# Bgu 2 606

Documentary Papyri, Bgu 2, BGU 2 606. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/606
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/606

… ἀμφόδου Ἀπολλωνίου Ἱερακίου παρὰ Αὐρηλίου Σαραπίωνος μητρὸς …απέας ἀπὸ ἀμφόδου Βιθυνῶν Ἄλλων Τόπων. βούλομαι μισθώσασθαι παρὰ σοῦ τὴν ὑπάρχουσάν σοι ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Φρεμεὶ αὐλὴν βοῶν, ἐν ᾗ κέλλαι δύο πρὸς ἀπόθεσιν ἀχύρου καὶ χόρτου ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ τοῦ ὄντος μηνὸς Φαμενώθ, ἐνοικίου κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμῶν ἑκατὸν, δραχμαὶ ρ, ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ οὐκ ἐξέσται μοι ἐντὸς τοῦ χρόνου προλιπεῖν τὴν μίσθωσιν κατʼ οὐδένα τρόπον, τῆς τῆς αὐλῆς καὶ τῶν κελλῶν ἐκ καινῆς ἐπισκευῆς ἢ ἀνοικοδομίας οὔσης πρὸς σὲ τὸν κτήτορα, τῆς δὲ κατὰ μέρος ἐπιμελείας καὶ φροντίδος οὔσης πρὸς ἐμὲ τὸν μισθούμενον, τὸ δὲ ἐνοίκιον ἀποδώσω κατὰ …κ μῆνα τῇ πέμπτῃ ἀκοιλάντως καὶ μετὰ τὸν χρόνον παραδώσω τὴν αὐλὴν καὶ τὰς κέλλας σὺν ταῖς ἐφεστῶσι θύραις καὶ κλειδὶ ἐξοδίῳ, καθὼς καὶ ἐγὼ παρέλαβον, ἐὰν φαίνηται μισθῶσαι καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ καὶ β τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Σεουήρου καὶ Μαξιμίνου τῶν ἐπιφανεστάτων Καισάρων Φαμενὼθ ιθ Αὐρήλιος Σαραπίων μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Πωλίων ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
