# Bgu 2 619

Documentary Papyri, Bgu 2, BGU 2 619. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/619
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/619

… π… τὴν ὁρισθεῖσαν πρόσοδον ὑπὲρ τῶν ὄντων αὐτοῦ ὑπαρχόντων ἀπειληφέναι καὶ ὕστερον ὡς τοῦ τῆς κώμης κωμογραμματέως, περὶ ἥν ἐστι τὰ ἐδάφη, δηλώσαντος τὰ τοῦ Δείου ὑπάρχοντα κατʼ ἄγνοιαν ὑπὸ τοῦ πρὸ αὐτοῦ κωμογραμματέως κεκοιτάσθαι διὰ τὸ πεπρᾶσθαι αὐτὰ πρὸ τῆς κατοχῆς τῆς ἐπιτηρήσεως καὶ τὴν παραγραφεῖσαν πρόσοδον ὀφείλειν κουφισθῆναι τὸ συναγόμενον ἄχρι ἂν ἐξετασθῇ, εἰ πρὸ τῆς εἰς τὴν ἐπιτήρησιν κατοχῆς ἐπράθη καὶ ὑπὸ τίνων καὶ ἐπὶ ποίοις ὑπάρχουσι εἰσεδόθη εἰς τὴν χρείαν ἐπεσχηκέναι, ἐπὶ δὲ τῆς ἐξετάσεως Νικάριον τὴν καὶ Τασουχάριον Ἡρᾶ τοῦ Ἀπολλωνίου ἀναγραφομένην ἐπʼ ἀμφόδου Γυμνασίου μετὰ κυρίου τοῦ συνγενοῦς Ἰσιδώρου Σωκράτους ἐνόρκως συμπεφωνηκέναι τὰς προκτητρίας αὐτῆς Ἰσιδώραν Ἰσιδώρου Εὐδωρίωνος καὶ τὴν ταύτης θυγατέρα Διονυσίαν Πτολεμαίου τοῦ Χαιρήμονος ἐωνῆσθαι παρὰ τοῦ προγεγραμμένου Δείου τι ἀπὸ τοῦ … ἔτους θεοῦ Ἁδριανοῦ μηνὶ Ἁδριανῷ λ κατὰ χειρόγραφον τὸ καὶ ἐκμεμαρτυρημένον διὰ δημοσίας ὁμολογίας τῷ αὐτῷ ἔτει Τῦβι κα παρὰ Βερνικίδα αἰγιαλοῦ ἥμισυ μέρος ἀμπελῶνος — ἀρουρ …β η καὶ ἄλλο ἥμισυ μέρος ἀμπελῶνος ἀρούρας β καὶ ὁμοίως ἥμισυ μέρος γῆς ἀμπελίτιδος ἄρουραν α καὶ καλάμου Ἑλληνικοῦ ἀρούρης η πρὶν εἰσδοθῆναι τὸν Δεῖον εἰς τὴν ἐπιτήρησιν ὕστερον γὰρ μετὰ τὸ πραθῆναι τὰ δηλωθέντα ὑπάρχοντα κατεσχῆσθαι εἰς ἐπιτήρησιν οὐσιακῶν μισθώσεως Πτολεμαίου Κρονίου τῷ Παῦνι μηνὶ τοῦ ιη ἔτους καὶ εἰς ἀπόδειξιν τούτων παρατεθεῖσθαι αὐτὴν ἀντίγραφον τῆς δηλουμένης δημοσίας ὁμολογίας γενομένης … τ… με… εἰς… α… β… διατ… κ… λ… α… κα …

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
