# Bgu 2 665

Documentary Papyri, Bgu 2, BGU 2 665. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/665
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/665

… …της μετὰ τῶν ἰδίων περὶ αὐτῆς λέγων ὅτι ἰδοὺ ἐπληροφόρησα αὐτὸν καὶ ἦρκε αὐτὴν ἄνω ἐτηγανίζετο ἀναβῆναι, ὅπως σε παρακαλέσῃ εὐλαβεῖν αὐτὴν, εὐκαιρίαν δὲ οὐκ ἔχει ἀπέσχηκε γὰρ ἡ ἀραβαρχία καὶ μέλλει ἐκπλέκειν τὰ καταλειφθέντα αὐτῷ ἐπὶ τοσοῦτον ἔμελλε πέμπειν εὔπλουν τὸν ἀδελφὸν αὐτοῦ, ἵνα σε παρακαλέσῃ ἐπεὶ αὐτὸς ἀσχολεῖται. εἶπον δὲ αὐτῷ ἐγὼ τῷ πατρί μου γράψω τὸ μὲν πρῶτον περὶ τοῦ τοκετοῦ αὐτῆς τὸ ἀνανκαιότερον, εἶτα καὶ περὶ τῆς διαλλαγῆς. διὸ παρακαλῶ σε, πάτερ, τὸ μὲν πρῶτον ἐμβῆναι σὺν αὐτῇ τὰ περιέσχατα τοῦ Μεχεὶρ ἢ τὰ μέσα τοῦ Φαμενώθ, ἵνα ᾧδε καταφθάσῃ τεκεῖν τὸ ἀνανκαῖον καὶ διὰ τὸ σὸν ὀψώνιον, ἐνετείλατο γὰρ Θέων παραλέγων ὅτι πρώτιστα λαμβάνει, καὶ ἀνάγκη ἐστὶν αὐτὸν παρεῖναι. ἡτοιμάσθη αὐτῇ πάντα πρὸς τὴν λοχείαν αὐτάρκως, ἐρωτῶσι δὲ καὶ, κύριε ἡ μήτηρ αὐτοῦ, ὅπως ἀποκυήσῃ καὶ ε… …σε παρακαλῶ, πάτερ, ὅπως ἐξ αὐτῆς αὐτὴν ε… … μικρὸς παρ…γω…ιω καὶ ἡ πρεσβυτέρα ἡ τοῦ Ἡρακλ … καὶ οὐκ …φθ…ηκους… καὶ πο…αι…ητα ε… τησε… καὶ ἔρχεται. ἄσπασαι Κορνηλίαν καὶ Σευῆρον καὶ Εἰσίωνα καὶ Σωτήριχον καὶ Διόσκορον. ἐρρῶσθαί σε εὔχομαι, ὦ πάτερ. ἔτους ιγ Τῦβι κ. ἀηδῶς δὲ ἔσχον περὶ τοῦ ἵππου. μὴ δόξῃς ἀμελεῖν με τοῦ γράφειν σοι οὐκ ἔχομεν διὰ τίνος πέμπωμεν.

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
