# Bgu 2 667

Documentary Papyri, Bgu 2, BGU 2 667. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-2/667
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-2/667

ἔτους … Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Αὐρηλίου Ἀλεξάνδρου Καίσαρος Σεβαστῶν … ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Αὐρηλία Θερμουθάριον ἀφῆλιξ μετὰ κυρίου καὶ ἐπιτρόπου κατὰ τοὺς νόμους τοῦ πατρὸς … μητρὸς Θερμούθεως ἀπὸ κώμης Φυλακιτικῆς Νήσου … ὑπὸ τρίχα Αὐρηλίῳ Σοκμήνει Ἡρᾶ μητρὸς Σουμήιτος ἀπὸ τῆς προκιμένης κώμης …ματι ποδὸς δεξιοῦ πεπρακέναι αὐτῷ τὴν ὁμολογοῦσαν Θερμουθάριον κατὰ τήνδε τὴν ὁμολογίαν καὶ διὰ τῆς τῶν ἐνκτήσεων βιβλιοθήκης ἀπὸ τῆς προγεγραμμένης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τὴν ὑπάρχουσαν αὐτῇ ἐν κώμῃ Φυλακιτικῇ Νήσῳ οἰκίαν ἐπὶ τοῖς οὖσι αὐτῆς μέτροις καὶ πηχισμοῖς καὶ θεμελίοις καὶ τείχεσι καὶ φωσφορίοις καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ταῖς ἄλλαῖς χρήσεσι καὶ δικαίοις πᾶσι κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν … γείτονες νότου ψιλὸς τόπος, βορρᾶ ῥύμη, ἐν ᾗ ἐστιν εἴσοδος καὶ ἔξοδος, ἀπηλιώτου Παβετᾶ καὶ Σαραπίωνος οἰκία, λιβὸς … οἰκία ?, καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Θερμουθάριον διὰ τοῦ πατρὸς Ἑρμῆ παρὰ Σοκμήνεως τὴν συμπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου δραχμῶν ὀκτακοσίων παραχρῆμα διὰ χειρὸς καὶ βεβαιώσειν τὴν ὁμολογοῦσαν Θερμουθάριον τῷ Σοκμήνει καὶ τοῖς παρʼ αὐτοῦ τὴν αὐτὴν οἰκίαν πάσῃ βεβαιώσει ἣν καὶ παρέξεται αὐτῷ ἀνέπαφον καὶ ἀνεπιδάνειστον καὶ καθαρὰν ἀπὸ παντὸς ὀφειλήματος ἀπὸ μὲν λαογραφιῶν τῶν ἐν αὐτῷ φανησομένων ἀπογεγράφθαι μέχρι ἑτέρας κατʼ οἰκίαν ἀπογραφῆς, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον καὶ μηδένα κωλύειν αὐτὸν μηδὲ τοὺς παρʼ αὐτοῦ κυριεύοντας τῆς αὐτῆς οἰκίας καὶ τὰ ἐξ αὐτῆς ἀπὸ τοῦ νῦν περιγινομένα ἀποφέρεσθαι εἰς τὸ ἴδιον καὶ ἐξαλλοτριοῦντας καὶ διοικοῦντας καὶ οἰκονομοῦντας περὶ αὐτῆς ὅτι ἂν αἱρῆται ἀνεμποδίστως. εἰ δέ τι τούτων παραβῇ ἡ Θερμουθάριον ἐκτίσει τῷ Σοκμήνει τὴν τιμὴν μεθʼ ἡμιολίας καὶ τὰ τέλη καὶ ἐπιτίμου ἀργυρίου δραχμὰς … καὶ εἰς τὸ δημόσιον τὰς ἴσας χωρὶς τοῦ καὶ τὰ προγεγραμμένα μένειν κύρια, περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γεγονέναι ἐπερωτηθεὶς ὁ πατὴρ Ἡρωνᾶς ὑπὸ τοῦ Σοκμήνεως ὡμολόγησεν. ὑπογραφεὺς τοῦ Ἡρωνᾶ … ἀπὸ ἀμφόδου Ἀπολλωνίου Παρεμβαλῆς ὡς ἐτῶν μβ οὐλὴ βήματι ποδὸς δεξιοῦ … ἀφῆλιξ μετὰ κυρίου καὶ ἐπιτρόπου κατὰ τοὺς νόμους τοῦ πατρὸς Αὐρηλίου Ἡρωνᾶ … Σοκμήνι τὴν ἐν κώμῃ Φυλακιτικῇ οἰκίαν αιγι…ειδι καὶ … ἀργυρίου δραχμὰς ὀκτακοσίας διὰ χειρὸς καὶ βεβαιώσω … Ἀμμωνίου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου … Φυλακιτικῇ Νήσῳ οἰκίας τιμῆς δραχμῶν ὀκτακοσίων …γραμματεύσαντος τῆς Ἀρσινοϊτῶν πόλεως ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.

---

Documentary Papyri, BGU 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;2.
