# Bgu 20 2843

Documentary Papyri, Bgu 20, BGU 20 2843. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-20/2843
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-20/2843

ἔτους δεκάτου μηνὸς Ἀπελλαίου Φαῶφι τετράδι καὶ εἰκάδι ἐν Ἡρακλέους πόλει τῇ ὑπὲρ Μέμφιν. ὀμνύομεν βασιλέα Πτολεμαῖον καὶ βασίλισσαν Κλεοπάτραν τὴν καὶ Τρύφαιναν θεοὺς Φιλοπάτορας καὶ Φιλαδέλφους καὶ θεὰν Φιλοπάτορα καὶ θεὸν Σωτῆρα καὶ θεὰν Εὐεργέτιν καὶ θεὸν Εὐεργέτην καὶ θεὸν Νέον Φιλοπάτορα καὶ θεὸν Εὐπάτορα καὶ θεὸν Φιλομήτορα καὶ θεοὺς Ἐπιφανεῖς καὶ θεοὺς Εὐεργέτας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σάραπιν καὶ τὴνἾσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας Πολέμων Εὐμήλου Μακεδὼν τῶν κατοίκων ἱππέων καὶ ὁ υἱὸς καὶ διάδοχος τοῦ πατρικοῦ κλήρου ὁ δεῖνα τῶι δεῖνι τῶν κατοίκων ἱππέων εὐδοκεῖν τῇ γεγονυίᾳ σοι μετεπιγραφῆι ἀπὸ τοῦ κλήρου … περὶ κώμην Σῶβθιν τῶν Περὶ Πόλιν ἀρουρῶν ἑκατὸν ἀφ’ ἧς ἂν αἱρῇ …κ…, τὸν δὲ ἕτερον συνευδοκεῖν τῇ παραχωρήσει καὶ πᾶσιν ἃ δηλοῦνται διὰ τῆς συγγραφῆς ἅμα τῇ χειρογραφίᾳ ταύτῃ διὰ τοῦ αὐτοῦ ἀγορανομίου. ἀνθ’ ὧν εὐχρηστιῶν ἐποίησας … καὶ εἰς τὸν ἐπιβληθέντα τοῖς ἐν τῶι νομῷ κατοίκοις ὑπὸ τῶν βασιλέων στέφανον καὶ τὰ ἄλλα τοῦ κλήρου βασιλικά. ἃς καὶ παρεξόμεθά σοι καθαρὰς ἀπὸ παντὸς βασιλικοῦ καὶ ἰδιωτικοῦ ὀφειλήματος καὶ πάντων στεφάνων καὶ ἐπιγραφῶν πασῶν τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι Μεσορὴ τοῦ δεκάτου ἔτους, ὰπὸ δὲ ἄλλων παραχωρήσεων καὶ οἰκονομίας πάσης ἐπὶ τὸν ἀεὶ χρόνον βεβαιοῦντες πάσῃ βεβαιώσει ἄνευ κρίσεως καὶ δίκης καὶ καταστάσεως ἐπὶ παντὸς ἀρχοντος …. ἐὰν δέ τι παραβαίνωμεν τῶν διὰ τῆς συγγραφῆς ἢ τῶν ἐν τῇ χειρογραφίᾳ ταύτῃ γεγραμμένων, ἡ μὲν παραχώρησις κυρία ἔστω κατὰ τὰ ᾠκονομημένα , αὐτοὶ δ’ ἔνοχοι εἴημεν τῷ ὅρκῳ, ὁπηνίκ’ ἂν εὐθυνθῶμεν ἐφ’ οὗ ἂν αἱρῇ κριτηρίου … ἔτους ι Φαωφι κδ Πολέμωνος καὶ τοῦ δεῖνος τῷ δεῖνι χειρογραφία.

---

Documentary Papyri, BGU 20. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;20.
