# Bgu 3 800

Documentary Papyri, Bgu 3, BGU 3 800. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-3/800
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-3/800

Σωτᾶς Παπεῖτος καὶ Σωτᾶς ὁ καὶ Τρύφων Ὀννώφρι Πακύσεως χαίρειν. ὁμολογοῦμεν κατὰ τοῦτο τὸ χειρόγραφον ἔχειν παρὰ σοῦ ἀργυρίου δραχμὰς ἑκατὸν καὶ πυροῦ ἀρτάβας πέντε, γίνονται δραχμαὶ ρ πυροῦ ἀρτάβαι ε, ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος πρώτου καὶ εἰκοστοῦ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ε. Σωτᾶς ὁ καὶ Τρύφων συνἀποδώσω καθὼς πρόκιται Σωτᾶς Παπεῖτος καὶ Σωτᾶς ὁ καὶ Τρύφων Ὀννώφρι Πακύσεως χαίρειν. ὁμολογοῦμεν κατὰ τοῦτο τὸ χειρόγραφον ἔχειν παρὰ σοῦ ἀργυρίου δραχμὰς ἑκατὸν καὶ πυροῦ ἀρτάβας πέντε, γίνονται δραχμαὶ ρ πυροῦ ἀρτάβαι ε, ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος πρώτου καὶ εἰκοστοῦ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ε. Σωτᾶς ὁ καὶ Τρύφων συναποδώσω καθὼς πρόκιται

---

Documentary Papyri, BGU 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;3.
