# Bgu 3 884

Documentary Papyri, Bgu 3, BGU 3 884. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-3/884
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-3/884

Θεόκτιστος Ἀπολλωνίωι τῶι φιλτάτωι χαίρειν. ἤδη ποτὲ πάντα παραιτησάμενος ἀναβα πρὸς Χαιρήμονα· νὴ γὰρ τοὺς θεοὺς οὐκ ἔχω λοιπὸν τί σοι γράψω πρὸς ἃς γράφει μοι ἐπιστολάς, λίαν εἰς λύπην με καὶ ἀγωνίαν φέρει τὰ διὰ τῶν ἐπιστολῶν αὐτοῦ. πάντοθεν οὖν τὸν σὸν χαλκὸν ἔγλαβε αὐτῶι ἵνα μὴ εἰς δαπάνην σχῇ καὶ ἀποδῶναι …υσιν αὐτῶι πολεμεῖν καὶ μὴ λίαν οὕτω κάμω. νὴ καὶ γέγραφέ σοι ἐπιμήνια. νὴ γὰρ τοὺς θεοὺς πα…σμωι τὰ δημόσιά με πράγματα κο…η ἐπὶ τὸ πλὴν τούτου χάριν η…ον καταβῆναι, ἵνα σε ἐπείξω, οὐκ ἔσται γὰρ παράδοσις, διὸ λέγει ἀναβῆναί σε πρὸς αὐτὸν … λόγους αὐτῶν …αι οιδα…εα… μὴ ὄντα ἀξ…ν πρὸς τοὺς λόγους ἀνανω…υ οὖν, ἵνα πρὸ τῆς τρίτης καταπλεύσῃς περὶ τῆς πίσσης μελησάτω σοι πρὸς Ὡρίωνα γενέσθαι, ἵνα μοι πέμψῃς εἰς Σεβεννῦτον τὰ δέκα τάλαντα τῆς πίσσης ἐπειδὰν ἐπ…ματης τοῦ κεράμου καὶ ἂν μὴ ἀρτ…υνε…σωι τῶι δήμῳ τὸν …μον ἀπολέσαι, ἂν δὲ μὴ ἔχῃς … τὰ δέκα τάλαντα πρὸς πίσσην εἰς δ…ατηωνμε πέμψαι μοι … ξ τάλαντα ἔπεμψα ἵνα ὅλως σχῶ κέραμον αἱρεῖν ἔλεγέ μοι Σαρᾶς Ὡρίων ἐν τῇ πόλει, ὅτι ἔχω σοι δῶναι τάλαντα …, ἔγραψα δὲ καὶ τῶι Ὡρίωνι ἐπιστολὴν τούτου ἕνεκα, ἐπεὶ ἐπείγει με. Σαβῖνον ἐγὼ κατέσχον ἕως ἐμοῦ καταβαίνοντος. μὴ οὖν ἄλλως ποιήσῃς. ἔρρωσο. Παῦνι κα. πρὶν οὖν ἀπέλθῃς πρὸς Χαιρήμονα, ἀνάβαινε πρός με, ἵνα σοι ἀποτάξωμαι. Ἀπολλωνίωι φιλτάτωι.

---

Documentary Papyri, BGU 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;3.
