# Bgu 3 910

Documentary Papyri, Bgu 3, BGU 3 910. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-3/910
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-3/910

…ς ὁμολογῶ πεπρακέναι σοι … ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον … κοινὴν καὶ ἀδιαιρετὸν καὶ τὸ ει… τῆς Ἡρακλίδου μερίδος, ὧν γείτονες … νυνὶ δὲ τῶν τέκνων οἰκία …τ… Ἁρπαγάθου οἰκία καὶ … καὶ ἀπηλιώτου ῥύμη βασιλικὴ … καὶ βεβαιώσω πάσῃ βεβαιώσει κ…ην …βαπαις καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ … διὰ τὸ μὴ εἰδέναι αὐτὸν γραμματα. … …ερμις κοινὸν … τῆς Ἡρακλείδου μερίδος … Τανεφρίμμις Παπεῖτος … ἀνὴρ Ὀννῶφρις …αρι…α Πισάειτι …τω αρα ὑπογραφεὺς Σαταβοῦς … οὐλὴ μετώπῳ μέσῳ. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Καισαρείου τριακάδι ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισεν Πισᾶεις Στοτοήτιος ὡς ἐτῶν ἑξήκοντα οὐλὴ μήλῳ ἀριστερῷ Τανεφρόμμι Παπεῖτος Περσίνῃ ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ καρπῷ πήχεως δεξιοῦ μετὰ κυρίου καὶ ἐγγύου τοῦ ἑαυτῆς ἀνδρὸς Ὀννώφριος τοῦ Πανεφρέμμιος καὶ αὐτοῦ Πέρσου ὡς ἐτῶν τεσσαράκοντα πέντε οὐλὴ γαστροκνημίᾳ ἀριστερᾷ ἀλλήλων ἐγγύων εἰς ἔκτισιν ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατόν , ἃς καὶ εἰλήφασι … παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατόν , τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον. τὸ δὲ δάνειον τοῦτο τῶν τοῦ ἀργυρίου κεφαλαίου δραχμῶν ἑκατὸν καὶ τοὺς τόκους ἀποδότωσαν ἐν μηνὶ Ἐπεὶφ τοῦ εἰσιόντος ἔτους· ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτισάτω τὸ μὲν δάνειον ἡμιόλιον καὶ τοὺς τόκους ἁπλοῦς, τῆς πράξεως οὔσης τῷ Πισάειτος ἔκ τε τῶν δεδανεισμένων. ὑπογραφεῖς· Σαταβοῦς Τεσσενούφιος ὡς ἐτῶν ξ οὐλὴ … ἀριστερ… καὶ τοῦ ἄλλου υἱὸς … ὡς ἐτῶν κϛ οὐλὴ β μές Τανεφρόμμις Παπαῖτος μετὰ κυρίου τοῦ ἀνδρός μου Ὀννῶφρις τοῦ Πανεφρόμμις καὶ αὐτοῦ Πέρσου ἀλλήλων ἐγγύοι εἰς ἔκτισιν ὁμολογοῦμεν ἔχειν παρὰ Πισάιτος τοῦ Στοτοῆτις τὰς τοῦ δανείου ἀργυρίου δραχμὰς ἑκατὸν τόκου δραχμῆς μιᾶς τῇ μνᾷ …τη μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Ἐπεὶφ τοῦ εἰσιόντος ἔτους καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Σαταβοῦς Τεσενοῦφις διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα … ἐντέτακται ἐν τῇ Σοκνοπαίου Νήσῳ.

---

Documentary Papyri, BGU 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;3.
