# Bgu 3 917

Documentary Papyri, Bgu 3, BGU 3 917. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-3/917
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-3/917

ὑπατείας Φλαουίου Φιλίππου τοῦ λαμπροτάτου ἐπάρχοντος τοῦ ἱεροῦ πραιτωρίου καὶ Φλαουίου Σαλιᾶ τοῦ λαμπροτάτου μαγίστρου τῶν ἱππέων … ἐν Πτολεμαείδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ· Αὐρήλιοι …ης καὶ Κελὸλ ἀπὸ κώμης … τοῦ Ἀρσινοείτου νομοῦ Αὐρηλίῳ Παύλῳ Νει … ἀπὸ κώμης … χαίρειν. ὁμολογοῦμεν κατὰ τήνδε τὴν ὁμολογίαν ἑκουσίως καὶ αὐθαιρέτως … πεπρακέναι καὶ καταγεγραφηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ καὶ ἅπαντα χρόνον τὴν ὑπάρχουσαν ἡμῖν περὶ κώμην … ἐκ τοῦ ἱεροῦ κήνσου ἐπὶ Σαβίνῳ κηνσίτορι ἐν παιδίοις τῆς αὐτῆς κώμης … ἄρουραν μίαν ἰδιωτικῆς γῆς σπορίμης ὑπὸ μίαν σφραγῖδα χ… κατὰ τὴν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν συνήθειαν, ὧν τὰς γειτνίας καθὼς ἐξ συμφώνου προσηγορεύσαμεν … κτῆσις Παμούθιος Ἀσόειτος, ἀπηλιώτῃ διῶρυξ … καὶ μηδὲ ἓν μέρος ἢ δίκαιον λελεῖφθαι τιμῆς τῆς ἑσταμένης καὶ συμπεφωνημένης πρὸς ἀλλήλους … Σεβαστῶν νομίσματος ταλάντων χιλίων … ἅπερ ἀπʼ ἐντεῦθεν ὁμολογοῦμεν οἱ πεπρακότες Αὐρήλιοι …ης καὶ Κελὸλ εἰλῆφθαι παρὰ σοῦ τοῦ ὠνησαμένου Αὐρηλίου Παύλου Νει … ἣν καὶ παρέξομέν σοι … ἀνέπαφον καὶ καθαρὰν ἀπὸ παντὸς ὀφειλήματος … κρατεῖν οὖν καὶ κυριεύειν τὸν Αὐρήλιον Παῦλον Νει … πρὸς τὸ ἀπὸ τοῦ νῦν … καὶ ἐξουσίαν ἔχειν ἑτέροις μεταπωλεῖν ἀνεμποδίστως, ὑποτίθεσθαι … ἀκωλύτως καὶ τελεῖν τὰ ὑπὲρ αὐτῶν εὐσεβῆ τελέσματα … ἀπὸ τῆς εὐτυχεστάτης εἰσιούσης ἑβδόμης νέας ἰνδικτίωνος, τῶν δημοσίων … π… ὄντων πρὸς ἡμᾶς τοὺς πεπρακότας, καὶ βεβαιώσομεν ἀπό τε … καὶ ἰδιωτικῶν καὶ πάσης ζητήσεως τῷ καθόλου, ἐφʼ ὃν καὶ οὐκ ἐπιπορευσόμεθα … οὔτε ἡμεῖς Αὐρήλιοι …ης καὶ Κελὸλ οὔτε τέκνα ἡμῶν οὔτε κληρονόμοι κατʼ οὐδένα τρόπον … ἐὰν δέ τις ἐπέλθῃ, αὐτὸν ἐκστήσειν παραχρῆμα τοῖς ἰδίοις ἡμῶν ἀνηλώμασι καθάπερ ἐκ δίκης … … ἡ πρᾶσις δισσὴ γραφεῖσα ὁμότυπος κυρία ἔστω … Αὐρήλιοι …ης καὶ Κελὸλ οἱ προκείμενοι πεπράκαμεν … καὶ ἀπέσχομεν τὴν τιμὴν πλήρη ὡς πρόκειται καὶ βεβαιοῦμέν σοι τὴν …

---

Documentary Papyri, BGU 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;3.
