# Bgu 3 971

Documentary Papyri, Bgu 3, BGU 3 971. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-3/971
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-3/971

… καὶ γυμνασιαρχήσαντι ἐπικριτῇ παρὰ Δωρᾶ Πτολεμαίου τοῦ … … καὶ τῆς τούτου γυναικὸς Ταμύστας Ἀφροδισίου θυγατρὸς κατοίκου … ἀναγραφομένων ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς. τῶν γεγονότων ἡμῖν ἐξ ἀλλήλων υἱῶν Ἀπολιναρίου καὶ Ἀμμωνίου προσβαινόντων εἰς ιδ ἔτει τῷ ἐνεστῶτι γ ἔτει Λουκίου Σεπτιμίου Σεουήρου καὶ ὀφειλόντων ἐπικριθῆναι κατὰ τὰ κελευσθέντα ὑπετάξαμεν τὰ ἀμφοτέρων ἡμῶν δίκαια καὶ ἀπεγραψάμεθα τῇ τοῦ … ἔτους ἀπογραφῇ ἐπʼ ἀμφόδου …βας, τῇ δὲ τοῦ κη ἔτους ἐπὶ τοῦ προκειμένου ἀμφόδου Ἑρμουθιακῆς καὶ ἀπεγραψάμεθα τοὺς ἐπικρινομένους ἡμῶν υἱοὺς δύο Ἀπολινάριον καὶ Ἀμμώνιον π… τῇ τοῦ … ἔτους ἀπογραφῇ ἐπʼ ἀμφόδου … Αὐρηλίῳ Πλάτωνι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος καὶ Σεπτιμίῳ Διδύμῳ βασιλικῷ γραμματεῖ καὶ … λαογράφοις η κλήρου παρʼ Αὐρηλίου Ἀμμωνίου Δωρᾶ τοῦ Πτολεμαίου ἀναγραφομένου ἐν καταλοχισμοῖς κατοίκων ἀπὸ ἀμφόδου Ἑρμουθιακῆς. ὑπάρχει μοι ἐπʼ ἀμφόδου … … καὶ ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ὑπογεγραμμένους ἐνοίκους εἰς τὴν τοῦ … ἔτους κατʼ οἰκίαν ἀπογραφὴν ἐπ ἀμφόδου … ἐφʼ οὗ καὶ τῇ προτέρᾳ ἀπογραφῇ ἀπεγραψάμην, καί εἰμι Ἀμμώνιος ὁ προγεγραμμένος ὡς ἐτῶν … οὐλὴ … καὶ εἰμὶ γυναῖκα Θερμουθάριον ἀπάτορα μητρὸς Θερμουθαρίου ὡς ἐτῶν … οὐλὴ … ἀπογεγραμμένην ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς καὶ τὴν γενομένην ἡμῖν ἐξ ἀλλήλων θυγατέρα … … Σεπτιμίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος καὶ Ἀχιλλεῖ βασιλικῷ γραμματεῖ καὶ … λαογράφοις … παρὰ Θερμουθαρίου μητρὸς Θερμουθαρίου ἀπʼ ἀμφόδου Ἑρμουθιακῆς … … ὑπάρχει τῷ ἀφήλικί μου υἱῷ … … ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς τῶν κ… ἐφʼ οὗ καὶ τῇ τοῦ … ἔτους ἀπογραφῇ ἀπεγραψάμην σὺν τῷ ἀνδρί, καί εἰμι Θερμουθάριον ἡ προγεγραμμένη ὡς ἐτῶν … γυνὴ Ἀμμωνίου τοῦ Δωρᾶ τοῦ τετελευτηκότος …

---

Documentary Papyri, BGU 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;3.
