# Bgu 3 983

Documentary Papyri, Bgu 3, BGU 3 983. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-3/983
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-3/983

… τῶι κρατίστωι ἐπιστρατήγωι παρὰ … τοῦ καὶ Ἀφροδεισίου Πεθέως ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ καὶ τῆς ἀδελφῆς μου Ἡραίδος τῆς καὶ γυναικός. οὐκ ἄν τις ἐπὶ τὸ βῆμά σου καταφύγοι, εἰ μὴ σφόδρα ἀδικηθείη τι. αὐτοὶ οὖν πλημμεληθέντες ὑπὸ … ὁριοδείκτου πεδίων τῆς κώμης ἐντυγχάνομέν σοι οὕτως κύριε, … Ἡραίδι τῇ προγεγραμμένῃ τὸ ἐπιβάλλον αὑτῷ μέρος μητρικῆς αὑτοῦ οἰκίας καὶ αὐλῆς καὶ χορτοθήκης ὄντων ἐν κώμῃ Καρανίδι κατὰ δισσὸν χειρόγραφον ἔτους … Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὶ Φαρμοῦθι λαογράφος τυγχάνων καὶ τὴν ἐξουσίαν τῶν βιβλίων ἔχων, ὃ πέπρακεν ἐν τῇ κατʼ οἰκίαν ἀπογραφῇ κατὰ χειρόγραφον αὐτοῦ ἓν καὶ ἔνθα δημοσιωσάσης αὐτὸ καὶ μεταδούσης …εισ…σαι ἐδήλωσε… τὴν περιου…ει… πρώτω…ειτου ζῶντα καὶ τεθνηκότα … … ὄντος ἠλασσωμέν …τον πρὸς τελε… ὀνόματος ἐμ… … ἔτους … Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὶ Μεχεὶρ καὶ τῷ αὐτῷ ἔτει μηνὶ Φ… … Πεθεὺς …χου ὁ πατὴρ ἡμῶν διέγραψεν καὶ τῷ Παῦνι μηνὶ ὁ αὐτὸς ὑ… … εἰς τὸ δημόσιον τὰ ἐπικεφάλια ἑαυτοῦ, καθολικῶς, κύριε, διαταχθέντος πλέον …ετίας μὴ ὁριοδεικτεῖν, οὗτος ἤδη τριῶν κωμογραμματέων …ας ἑξαετεῖ χρόνῳ ὁριοδείκτης τυγχάνει παρὰ τὰ ἀπειρημένα …μεθαριω Ἀμμωνίου τοῦ Ἁρπαγάθου ἀπὸ τῆς αὐτῆς κώμης … Ἀφροδείσιον καὶ Οὐαλέριον οὕτως πάλιν ἐν τῇ κατʼ οἰκίαν ἀπογραφῇ …καν Θαήσιον Ὀρσενούφεως ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἰδίαν … τὰ δύο ἑαυτοῦ τέκνα ἀναπόγραφα ἐποίησεν ἐκ πολλῶν ἤδη χρόνων … τοῦ αὐτοῦ φανεροῦ ὄντος …ισ…υς τὸν κύριόν σου χρηματισμὸν ἐλπίζομεν τῆς ἀπὸ σοῦ βοηθείας τυχεῖν. διευτύχει.

---

Documentary Papyri, BGU 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;3.
