# Bgu 3 997

Documentary Papyri, Bgu 3, BGU 3 997. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-3/997
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-3/997

ἔτους ιε τοῦ καὶ ιβ Ἁθὺρ ια. ἀπέδοτο Ψενμεγχῆς Πανεχάτου οἰκίαν ᾠκοδομημένην καὶ ἐστεγασμένην κεκαμαρωμένην καὶ τὴν προσοῦσαν αὐλὴν ἐν τῇ μέσῃ ταινίᾳ Παθύρεως. ἐπρίατο Ψενενοῦπις Πασᾶτος χαλκοῦ τάλαντα γ δραχμὰς Β. ἀντίγραφον ὠνῆς. βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν Φιλομητόρων ἔτους ιε τοῦ καὶ ιβ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἁθὺρ ια ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ψενμεγχῆς Πανεχάτου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν μ μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν ἐπισκάζων τὸν πόδα δεξιὸν οὐλὴ παρʼ ὀφθαλμὸν ἀριστερὸν τὴν ὑπάρχουσαν αὐτῶι οἰκίαν ᾠκοδομημένην καὶ ἐστεγασμένην καὶ κεκαμαρωμένην καὶ τεθυρωμένην καὶ τὴν προσοῦσαν αὐλὴν τὴν οὖσαν ἐν τῇ μέσῃ ταινίᾳ Παθύρεως ἧς γείτονες νότου οἰκία Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώτου ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου καὶ ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ψενενοῦπις Πασᾶτος Πέρσης ὡς ἐτῶν ν χαλκοῦ τάλαντα τρία δραχμὰς δισχιλίας . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ψενμεγχῆς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ψενενοῦπις ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα

---

Documentary Papyri, BGU 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;3.
