# Bgu 3 998

Documentary Papyri, Bgu 3, BGU 3 998. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-3/998
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-3/998

βασιλεύοντος Πτολεμαίου τοῦ καὶ ἐπικαλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος ἔτους ιδ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Χοιὰχ β ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ψενμεγχῆς Πανεχάτου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νε μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν οὐλὴ μήλῳ ἀριστερῷ ἐπισκάζων τὸν πόδα δεξιὸν συνεπικελεύοντος τοῦ τούτου υἱοῦ Ἁρπαήσιος τοῦ Ψενμεγχῆτος Πέρσου ὡς ἐτῶν λ μέσου μελίχρωτος ὑποκλάστου μακροπροσώπου εὐθύρινος ἀσήμου τὴν ὑπάρχουσαν οἰκίαν ᾠκοδομημένην καὶ κεκαμαρωμένην καὶ τεθυρωμένην καὶ τὴν προσοῦσαν αὐλῆν τὴν οὖσαν ἐν τῷ ἀπὸ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες· νότου οἰκία Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώτου ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου ἧς ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεῆσις Ὀνηοῦς Πέρσης ὡς ἐτῶν μ μέσος μελίχρως ὑπόκλαστος οὐλὴ μετώπῳ χαλκοῦ τάλαντα τέσσαρα . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ψενμεγχῆς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεῆσις ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἔτους ιδ Χοιὰχ β ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ὁμολογεῖ Ψενμεγχῆς Πανεχάτου Πέρσης τῆς ἐπιγονῆς ἀφίστασθαι ἀπὸ τῆς πεπραμένης οἰκίας ᾠκοδομημένης καὶ τεθυρωμένης καὶ τῆς προσούσης αὐλῆς τῆς οὔσης ἐν τῷ ἀπὸ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες· νότου οἰκία Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώτου ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου ἧς ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες, ἣν ἔθετο ὠνὴν Πετεήσι ἐπὶ τοῦ αὐτοῦ ἀρχείου πρὸς χαλκοῦ τάλαντα δ καὶ μὴ ἐπελεύσεσθαι μήτʼ αὐτὸς Ψενμεγχῆς μήδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ ἐπὶ τὸν Πετεῆσιν μήδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ, εἰ δὲ μὴ ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ὀκτὼ καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρξ καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτῷ ἔστω ποιεῖν κατὰ τὰ προγεγραμμένα. ἡ δὲ ὁμολογία ἥδε κυρία ἔστω πανταχῆ οὗ ἂν ἐπιφέρηται. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα

---

Documentary Papyri, BGU 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;3.
