# Bgu 4 1079

Documentary Papyri, Bgu 4, BGU 4 1079. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-4/1079
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-4/1079

Σαραπίων Ἡρακλείδῃ τῷ ἡμετέρῳ χαίρειν. ἔπεμψά σοι ἄλλας δύο ἐπιστολάς, διὰ Νηδύμου μίαν , διὰ Κρονίου μαχαιροφόρου μίαν · λοιπὸν οὖν ἔλαβον παρὰ τοῦ Ἄραβος τὴν ἐπιστολὴν καὶ ἀνέγνων καὶ ἐλυπήθην. ἀκολούθει δὲ Πτολλαρίωνι πᾶσαν ὥραν· τάχα δύναταί σε εὔλυτον ποιῆσαι· λέγε αὐτῷ· ἄλλο ἐγώ, ἄλλο πάντες, ἐγὼ παιδάριν εἰμί. παρὰ τάλαντόν σοι πέπρακα τὰ φορτία μου· οὐκ οἶδα τί με ὁ πάτρων ποιήσει, πολλοὺς δανειστὰς ἔχομεν. μὴ ἵνα ἀναστατώσῃς ἡμᾶς, ἐρώτα αὐτὸν καθʼ ἡμέραν· τάχα δύναταί σε ἐλεῆσαι· ἐὰν μή, ὡς ἂν πάντες καὶ σὺ βλέπε σεαυτὸν ἀπὸ τῶν Ἰουδαίων. μᾶλλον ἀκολουθῶν αὐτῷ δύνῃ φιλιάσαι αὐτῷ· ἰδέ, εἰ δύναται διὰ Διοδώρου ὑπογραφῆναι ἡ τάβλα διὰ τῆς γυναικὸς τοῦ Ἡγεμόνος · ἐὰν τὰ παρὰ σεαυτοῦ ποιήσῃς, οὐκ εἶ μεμπτός. ἀσπάζου Διόδωρον μεγάλως. ἔρρωσο. ἀσπάζου Ἁρποχράτιον. ἔτους α Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Καισαρείου ια. ἀπόδος εἰς Ἀλεξάνδρειαν εἰς Σεβαστὴν Ἀγορὰν εἰς τὴν … …θήκην ὥστε Ἡρακλείδῃ παρὰ Σαραπίωνος …ωνος τοῦ Σωσιπάτρου.

---

Documentary Papyri, BGU 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;4.
