# Bgu 4 1102

Documentary Papyri, Bgu 4, BGU 4 1102. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-4/1102
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-4/1102

κόλλημα Πρωτάρχωι παρὰ Ἀπολλωνίας τῆς Σαμβαθίωνος μετὰ κυρίου τοῦ τῆς μητρὸς ἀδελφοῦ Ἡρακλείδου τοῦ Ἡρακλείδου καὶ παρὰ Ἑρμογένους τοῦ Ἑρμογένους Ἀρχηγέτου. συνχωροῦσιν Ἀπολλωνία καὶ Ἑρμογένης κεχωρίσθαι ἀπʼ ἀλλήλων τῆς συστάσης αὐτοῖς συνβιώσεως κατὰ συγχώρησιν διὰ τοῦ αὐτοῦ κριτηρίου τῷ ιγ ἔτει Καίσαρος Φαρμοῦθι, ἡ δὲ Ἀπολλωνία καὶ ἀπεσχηκέναι παρὰ τοῦ Ἑρμογένους διὰ χειρὸς ἐξ οἴκου ὃ ἔλαβεν παρὰ τῶν γονέων αὐτῆς Σαμβαθίωνος καὶ Εἰρήνης ἐπʼ αὐτῇ κατὰ τὴν συνχώρησιν φερνάριον ἀργυρίου δραχμὰς ξ. εἶναι μὲν αὐτόθεν ἄκυρον τὴν τοῦ γάμου συγχώρησιν, μὴ ἐπελεύσεσθαι δὲ τὴν Ἀπολλωνίαν μηδʼ ἄλλον ὑπὲρ αὐτῆς ἐπὶ τὸν Ἑρμογένη περὶ ἀπαιτήσεως τοῦ φερναρίου, ἀμφοτέρους δὲ ἐπʼ ἀλλήλους μήτε περὶ τῆς συνβιώσεως μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς τῶν ἕως τῆς ἐνεστώσης ἡμέρας, ἀφʼ ἧς καὶ ἐξεῖναι τῇ μὲν Ἀπολλωνίαι ἄλλῳ ἀνδρὶ καὶ τῷ δὲ Ἑρμογένει ἑτέρᾳ γυναικὶ ἀμφοτέροις ἀνυπευθύνοις οὖσιν ἢ τὸν παραβαίνοντα ἐνέχεσθαι τῷ ὡρισμένῳ προστίμωι. ἔτους ιζ Καίσαρος Φαμενὼθ ιδ …

---

Documentary Papyri, BGU 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;4.
