# Bgu 4 1120.1-29

Documentary Papyri, Bgu 4, 1120.1 to 1120.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-4/1120.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-4/1120.1

Πρωτάρχωι τῶι ἐπὶ τοῦ κριτηρίου παρὰ Διοδώρου τοῦ Ἀκέστορος Θηλείου καὶ παρὰ Ἑρμίου τοῦ Ἀπολλωνίου καὶ τοῦ τούτου υἱοῦ Ἑρμίου καὶ τῆς τοῦ πρεσβυτέρου Ἑρμίου γυναικὸς τοῦ δὲ νεωτέρου Ἑρμίου μητρὸς Ἰσιδώρας τῆς Ἐκ… …σα…ρ…των…σ…επινης μετὰ κυρίου τῆς Ἰσιδώρας τοῦ ἀνδρός. περὶ τῶν διεσταμένων συνχωροῦμεν ἐπὶ τοῖσδε ὥστε ἐπεὶ μεμίσθωνται ὅ τε Ἑρμίας καὶ Ἑρμίας καὶ Ἰσιδώρα παρὰ τοῦ Διοδώρου εἰς χρόνον ἔτη πέντε ἀπὸ Χοιὰκ τοῦ ἐνεστῶτος κϛ ἔτους Καίσαρος τὰ ὑπάρχοντα τῷ Διοδώρωι ἐπὶ τῆς κατὰ Κανωβὸν ταινίας ἐν τῷ προσαγορευομένῳ Φοινικῶνι κηποταφία τρία, ἅ ἐστιν κατὰ περίβολον περιτετειχισμένα, ἐφʼ ὧι τελέσουσιν τῷ Διοδώρωι φόρον κατὰ μῆνα ἕκαστον ἀνυπόλογον παντὸς ὑπολόγου καὶ ἀνηλώματος ἀργυρίου δραχμὰς εἴκοσι τοῦ διαπορευομένου μηνὸς τῇ τοῦ ἐχομένου καὶ ἐξαίρετα δὲ τελέσειν κατʼ ἐνιαυτὸν ἕκαστον τῶν ὄντων ἐν τοῖς κηποταφίοις τὰ κράτιστα καὶ βέλτιστα καὶ οὔσης τῆς ἑκάστου γένους ὥρας, ὅταν ἀπαιτῶνται κράμβης καυλοὺς …ς σεύτλου πυθμένας ὀκτακοσίους θρυαλίδας συμμίκτους τριακοσίας … … καυλοὺς διακοσίους παν…τους ἑκατὸν κολοκύντας πεντήκοντα φοίνικας … χιλίους ῥαφάνους λαμπάδας τριακοσίας ἑψανῶν ταγὰς τριάκοντα ἀσπαράγου δεσμοὺς … κοχλιδίων χοίνικας δέκα … ταγὰς δέκα πέντε πράσου γλυκέως ταγὰς πεντήκοντα κεφαλωτὰ …α σταφυλῆς βοτρύας ἑξήκοντα παλίουρα δισχίλια σῦκα δισχίλια …υξων καλάθια πέντε στελεις χλωρὰς ἑκατὸν πασ…ερας πεντήκοντα κάλλυνθρα φοινίκων καὶ …παργας τ… ἢ ἐκτίνειν αὐτοὺς ὧν ἐὰν μὴ ἀποδῶσιν ἐξαίρετα τῶν προκειμένων …τ…ατα… δʼ εἴληφαν ὅ τε Ἑρμίας καὶ Ἑρμίας καὶ Ἰσιδώρα παρὰ τοῦ Διοδώρου διὰ χειρὸς ἐξ οἴκου εἰς τὴν τῶν κηποταφίων καταφυτείαν καὶ ἐπιμέλειαν χρῆσιν ἀργυρίου Πτολεμαικοῦ δραχμὰς διακοσίας ἀτόκους, ἀνθʼ ὧν καὶ παραδοῦναι αὐτοὺς μετὰ τὸν πενταετῆ χρόνον τῷ Διοδώρωι ἐπὶ τοῖς κηποταφίοις συντίμησιν λαχανείας καὶ ἐνφανικὸν, ἐὰν δὲ ἡ χρῆσις τῶν διακοσίων δραχμῶν παρεθῇ συντίμησις ἔσται τὸ ὑπὲρ τῶν μεμισθωμένων …ειαρδ…ς ἐν ἡμέραις ἑξήκοντα, παρείληφαν δὲ οἱ μεμισθωμένοι τα… τομίαν φοινικίνην καὶ καρπῶν δύο καὶ θύρας καὶ κλεῖς καὶ κη…κον ταξε…ρματια, ὥστε παραδοῦναι αὐτοὺς τῷ Διοδώρωι μετὰ τὸν χρόνον, τῶν ἐπισκευῶν τῆς ἀντλίας καὶ τῶν κηλωνείων ὁσάκις ἐὰν δέῃ καὶ τῶν τροχῶν ὄντων πρὸς τὸν Διόδωρον, ἀντέχεσθαι τοὺς μεμισθωμένους τῶν ὄντων ἢ ἐσομένων ἐπὶ τὸν χρόνον καὶ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφέρεσθαι διορθουμένους τοὺς φόρους καὶ τὰ ἐξαίρετα καὶ ποιεῖσθαι τοὺς μεμισθωμένους τὴν προσήκουσαν ἐπιμέλειαν καὶ κατεργασίαν καθʼ ὥραν καὶ

---

Documentary Papyri, BGU 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;4.
