# Bgu 4 1121dupl.1-33

Documentary Papyri, Bgu 4, 1121dupl.1 to 1121dupl.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-4/1121dupl.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-4/1121dupl.1

Πρωτάρχωι παρὰ Διονυσίας τῆς Ἀχιλλέως ἀστῆς μετὰ κυρίου Εὐδήμου τοῦ καὶ παρὰ Ἱέρακος τοῦ Τιθοήους καὶ Πάπου τοῦ Ἀνδρονίκου ἀμφοτέρων Περσῶν τῆς ἐπιγονῆς. περὶ ὧν διεστάμεθα συγχωροῦμεν πρὸς ἑαυτοὺς ἐπὶ τοῖσδε ὥστʼ ἐπεὶ μεμίσθωνται ὅ τε Ἱέραξ καὶ Πάπος παρὰ τῆς Διονυσίας εἰς ἔτη τρία ἀπὸ Θῶυθ τοῦ ἐνεστῶτος ἕκτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος τὸ ὑπάρχον αὐτῇ τε καὶ τῷ ἀφήλικι αὐτῆς υἱῷ Ἀχιλλεῖ Πτολεμαίου περὶ Ἀρσινοίδα τὴν καὶ Εὐρυλόχου ἐν τῶι λεγομένωι Κόλπωι, ὃ προεῖχεν Ἱέραξ ὁ Ἱέρακος ἐπὶ τοῖς οὖσι ὁρίοις, ὃ προσκυρεῖ τῆι λεγομένῃ Βαθείαι καὶ τοῖς ἐπικαλουμένοις Διοικητοῦ καὶ τῶι Πισατ καὶ Ἐμουει καὶ ἐπί τι μέρος Τελκαρωρ ἕλος παπυρικὸν φόρου ἑσταμένου κατʼ ἐνιαυτὸν ἕκαστον ἀνυπολόγου παντὸς ὑπολόγου καὶ ἀνηλώματος ἀργυρίου Πτολεμαικοῦ δραχμῶν πεντακισχιλίων, ἐφʼ ὧι διορθώσονται ταύτας τῆι Διονυσίᾳ κατʼ ἔτος διδόντες ἀπὸ Θωῦθ ἕως Μεχεὶρ κατὰ μῆνα ἀργυρίου δραχμὰς διακοσίας πεντήκοντα, ἀπὸ δὲ Φαμενὼθ ἕως Μεσορὴ κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς πεντακοσίας ὀγδοήκοντα τρεῖς δύο ὀβολούς, ἐπὶ τούτοις ἀντέχεσθαι αὐτοὺς τῆς μισθώσεως ἐπὶ τὸν χρόνον μὴ ἐξόντος αὐτοῖς διδόναι τοῖς κατεργαζομένοις τὴν μίσθωσιν ἐργάταις πλεῖον τῶν διδομένων ἐν τῶι Κόλπωι κατέργων, τελέσουσι δὲ καὶ ἐξαίρετα κατʼ ἐνιαυτὸν ἕκαστον φορτία παπυρικὰ ἑξάγκαλα ἑκατόν, ἐργάζεσθαι δὲ τὰ μεμισθωμένα τὰ μὲν ἐπιτήδεια σκευουργοῦντας, τὰ δὲ λοιπὰ τῇ καθηκούσῃ εὐνοίᾳ καὶ μὴ δικολ… σειν …απαρανθινολογήσειν μηδὲ βαριοτομήσειν μηδʼ ἐπὶ μέρει ἐργάσεσθαι μηδὲ σχοινικὰ πωλεῖν μηδὲ ἑτέροις μεταμισθοῦν μηδὲ κατανεμεῖν ἐν τῶι ἕλει κτήνη μήτε ἴδια μητʼ ἀλλότρια, ἃ δʼ ἐὰν καταλαμβάνωσιν ἐκστήσειν τοῖς ἰδίοις αὐτῶν δαπανήμασι καταβαλεῖν δὲ τὸ ἕλος ἐν τοῖς καθήκουσι καιροῖς, ἔτι δὲ καὶ τοὺς καθʼ ἑαυτοὺς ποταμοὺς καὶ τὰς πλαγίους διώρυγας παραθάψειν καὶ ὀρύξειν καὶ μεταβαλεῖν καὶ παρέξεσθαι πλωτὰς οἵας καὶ παρείληφαν τοῖς ἰδίοις ἀνηλώμασιν, ἐὰν δὲ συμβῇ αὐτοῖς πρ… ἔφοδον γενέσθαι ἢ κατακλυσμὸν ἢ ξυλείας ἐκκοπὴν ἢ κατὰ πόλεως αἴτιον ἢ ἐκ δημοσίου φόρων αφ…ς ἢ ἐποχὴν ἢ πρὸς … ἢ ἀπὸ θεοῦ γένηταί τι περὶ τὴν μίσθωσιν αἴτιον, οὐδὲν τούτων ἔσται πρὸς τὴν Διονυσίαν καὶ μὴ ἐξεῖναι τοῖς μεμισθωμένοις ἐγλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου, ἐὰν δέ τι τούτων παραβαίνωσιν, εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμους καὶ συνέχεσθαι μέχρι τοῦ … καὶ ἐκτελέσαι καὶ ἐκτεῖσαι τῇ Διονυσίᾳ, ἃ ἐὰν ἐνοφειλήσωσι πρὸς τοὺς φόρους σὺν ἡμιολίᾳ καὶ ἑκάστου φορτίου οὗ ἐὰν μὴ ἀποδῶσιν

---

Documentary Papyri, BGU 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;4.
