# Bgu 4 1146

Documentary Papyri, Bgu 4, BGU 4 1146. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-4/1146
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-4/1146

Ἀχαιῶι τῶι ἐπὶ τοῦ ἐν τῇ αὐλῇ κριτηρίου παρὰ Σπώσου τοῦ Λύππου καὶ παρὰ Ἀραβίωνος τοῦ Διδύμου καὶ Διονυσοδώρου τοῦ Ἡρακλείδου καὶ Ἀπολλωνίου τοῦ Εἰρηναίου καὶ Ἡρακλείδου τοῦ Ἀπολλωνίου καὶ Σαραπίωνος τοῦ Δωρίωνος καὶ Ἡρακλείδου τοῦ Ἑρμονείκου καὶ Ἀ… τοῦ Σωτηρίχου καὶ Ἀμμωνίου τοῦ Ἑρμίου τῶν ὀκτὼ Περσῶν τῆς ἐπιγονῆς. περὶ τῆς ἑσταμένης τελειωθῆναι ἀσφαλείας συνχωροῦσιν οἱ περὶ τὸν Ἀραβίωνα ἀποδώσειν τῷ Σπώσωι ἣν ὀφείλουσιν αὐτῷ τιμὴν ἧς ἐώνηνται παρʼ αὐτοῦ βυβ… ἀργυρίου Πτολεμαικοῦ τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίας ἑξακοσίας ὀγδοήκοντα ἀτόκους ἐν δόσεσιν ἰσομερέσι τέσσαρσι διδόντες Ἁθὺρ μὲν πέμπτηι τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους τὰς τοῦ ἀργυρίου δραχμὰς δισχιλίας τετρακοσίας εἴκοσι , Τῦβι πέμπτῃ ὁμοίως δραχμὰς δισχιλίας τετρακοσίας εἴκοσι , Μεχεὶρ ὡσαύτως πέμπτῃ δισχιλίας τετρακοσίας εἴκοσι , τὰς δὲ λοιπὰς τοῦ ὅλου κεφαλαίου Φαμενὼθ πέμπτῃ τοῦ αὐτοῦ δωδεκάτου ἔτους δραχμὰς δισχιλίας τετρακοσίας εἴκοσι οὐδεμίαν δόσιν κοιλὴν ποιούμενοι, ταῦτα δὲ ποιήσειν ἄνευ κρίσεως καὶ πάσης ἀντιλογίας, εἰ δὲ μὴ εἶναι αὐτοὺς ἀγωγίμους ἢ τὸν ἐσόμενον αὐτῶν ἐνφανῆ καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι ἐφʼ ἧς ἐὰν δόσεως κοιλάνωσι παραχρῆμα τὸ προκείμενον κεφάλαιον τὸ τοῦ ἀργυρίου τάλαντον ἓν τρισχιλίας ἑξακοσίας ὀγδοήκοντα ἢ τὸ ἐνοφειληθησόμενον σὺν ἡμιολίᾳ τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γεινομένης τῶι Σπώσωι ἔκ τε αὐτῶν τῶν σα…ν ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσι πίστεων πασῶν σκέπης πασῆς. ἀξιοῦμεν. ἔτους ιβ Καίσαρος Φαῶφι κβ

---

Documentary Papyri, BGU 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;4.
