# Bgu 4 1156

Documentary Papyri, Bgu 4, BGU 4 1156 Ro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-4/1156
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-4/1156

μα κα — ια… Ἀχαιῶι τῶι ἐπὶ τοῦ ἐν τῆι αὐλῆι κριτηρίου παρὰ Γαίου Ἰουλίου Φιλίου καὶ παρὰ Νίλου τοῦ … καὶ τῆς τούτου γυναικὸς Ζωίδος τῆς … καὶ τοῦ ἀμφοτέρων υἱοῦ Εἰρηναίου τοῦ καὶ Δωροθέου μετὰ κυρίου τῆς Ζωίδος αὐτοῦ τοῦ ἀνδρός. περὶ τῶν διεσταμένων συνχωροῦσιν ὅ τε Νῖλος καὶ Ζωὶς καὶ ἔτι Εἰρηναῖος ἔχειν παρὰ τοῦ Γαίου Φιλίου δάνειον διά τε χειρὸς καὶ διὰ τῆς Κάστορος κολλυβιστικῆς τραπέζης ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑκατὸν ὀγδοήκοντα ἄτοκον, ὃ καὶ ἀποδώσειν ἐν μησὶν ἓξ ἀπὸ νουμηνίας Μεχεὶρ τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους Καίσαρος, διδόντες καθʼ ἑκάστην ἡμέραν εἰς τὸ προκείμενον κεφάλαιον τὴν ἐπιβάλλουσαν δραχμὴν μίαν εὐτάκτως μηδεμίαν κοιλὴν ποιούμενοι μέχρι τοῦ ἐκπληρωθῆναι τὸν Γάιον Φίλιον ταῖς τοῦ ἀργυρίου δραχμαῖς ἑκατὸν ὀγδοήκοντα , ταῦτα δὲ ποιήσειν ἄνευ κρίσεως καὶ πάσης ἀντιλογίας, ἐὰν δέ τινα τῶν καθʼ ἡμέραν δόσεων κοιλάνωσι, εἶναι αὐτοὺς ἀγωγίμους μὴ ἀναμείναντας τὸν μεμερισμένον αὐτοῖς χρόνον καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι τὸ ὅλον κεφάλαιον ἢ τὸ ἐνοφειληθησόμενον σὺν ἡμιολίᾳ παραχρῆμα, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γεινομένης τῷ Γαίῳ Φιλίῳ ἔκ τε αὐτῶν τῶν τριῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης, καὶ μέχρι τοῦ διευλυτῆσαι μὴ ἐξεῖναι αὐτοῖς ἐπιφέρειν πίστεις μήτε καταφεύγειν ἐπὶ … μηδʼ ἐπʼ ἄσυλον τόπον μηδʼ ἐπὶ πρόσταγμα φιλανθρώπων ἢ ἐργασίας μηδʼ ἐπʼ ἄλλην μηδεμίαν ἁπλῶς σκέπην, ἢ οἷς ἐὰν προσχρήσωνται ἔστωσαν ἄκυρα. ἣν δὲ προσανενηνόχασιν οἱ μὲν δύο τῶν προγεγραμμένων Νῖλος καὶ Ζωὶς σὺν Σαραπίωνι τῷ Σώσου ἑτέραν δανείου συνχώρησιν διὰ τοῦ αὐτοῦ κριτηρίου τῷ Ἁθὺρ τοῦ αὐτοῦ ιε ἔτους εἰς τὸν Γάιον Φίλιον δραχμῶν ἑκατὸν εἴκοσι εἶναι ἄκυρον τ… δια …ονο… …κατου καὶ τὸ πρόσω μὴ ἐπελεύσεσθαι ἐπὶ τὸ τῶν τοῦ ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι κεφάλαιον … ἑκατὸν ὀγδοήκοντα …

---

Documentary Papyri, BGU 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;4.
