# Bgu 4 1157

Documentary Papyri, Bgu 4, BGU 4 1157. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-4/1157
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-4/1157

Πρωτάρχωι παρὰ Ἀμμωνίου τοῦ … καὶ παρὰ Πνεφερῶτος τοῦ … καὶ Πιεσιήους τοῦ … καὶ Πετεαρενφόις τοῦ Πιεσιήους. ἐπεὶ κατὰ συνχωρήσεις τρεῖς τὰς τελειωθείσας διὰ τοῦ κριτηρίου κατὰ μὲν μίαν τὴν γεγονυῖαν ἐν τῷ τετάρτῳ ἔτει Καίσαρος Παῦνι … ὁμολογήκασιν ἀπέχειν ὅ τε Πνεφερὼς καὶ Πιεσιῆς καὶ ἔτι Πετεαρενφόις Πιεσιῆος παρὰ τοῦ Ἀμμωνίου ἀργυρίου δραχμὰς χιλίας τριάκοντα δύο ἐντόκους, κατὰ δὲ τὴν ἑτέραν ὡμολόγηκεν ὁ Ἀμμώνιος κομισάμενος ταύτας καὶ τοὺς τόκους ἀνοίσειν εἰς τοὺς τρεῖς συνχώρησιν περὶ μισθοπρασίας τῆς ὑπαρχούσης αὐτῷ σκάφης ξυληγοῦ πηχῶν τριάκοντα πέντε πλάτους πηχῶν ἕνδεκα, κατὰ δὲ τὴν τρίτην τὴν γεγονυῖαν ἐν τῶι ἐννεακαιδεκάτωι ἔτει Καίσαρος Ἐπεὶφ τὸν Ἀμμώνιον κατειληφότα παρὰ τοῦ Πνεφερῶτος καὶ Πιεσιήους εἰς τὸ προκείμενον κεφάλαιον ἀργυρίου δραχμὰς τριακοσίας ἀνενηνοχέναι εἰς Πετεαρενφός κατὰ τὸ ὑπʼ αὐτῶν εὐδοκηθὲν περὶ μισθοπρασίας θε… τρίτου μέρους τῆς δηλουμένης σκάφης συνχώρησιν, τὰ νῦν συνχωροῦμεν πρὸς ἑαυτοὺς ἐπὶ τοῖσδε ὁ Ἀμμώνιος κεκομισμένος παρὰ τοῦ Πνεφερῶτος καὶ Πιεσιήους τὰς λοιπὰς … τοῦ δανείου ἀργυρίου δραχμὰς ἑπτακοσίας τριάκοντα δύο καὶ τοὺς γεγενημένους τόκους καὶ ποιήσειν ἀκύρους … τὰς δηλουμένας τοῦ δανείου καὶ τῆς μισθοπρασίας συνχωρήσεις, αὐτόθεν δὲ μεμισθωκέναι αὐτοῖς Πνεφερῶτι καὶ Πιεσιῆ εἰς χρόνον ἔτη πεντήκοντα ἀπὸ Φαρμοῦθι τοῦ ἐνεστῶτος εἰκοστοῦ ἔτους Καίσαρος τὰ λοιπὰ μέρη δύο τῆς αὐτῆς σκάφης … ἐργάζεσθαι … το προσκομίζειν καὶ ὅτι ἐὰν θέλωσι συντελεῖν, αὐτόθεν δὲ … μηδετέρους αὐτῶν μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ μηδένα ἐπελεύσεσθαι περὶ … κεκομ…ει… καὶ τῶν τόκων, βεβαιώσειν δὲ τὰ δύο μέρη τῆς σκάφης … … δυσὶ παραχρῆμα ἀπαραποδίστως ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συγκεχωρημένα ἐκτίνειν τὸ κεφάλαιον σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καθάπερ ἐκ δίκης. …

---

Documentary Papyri, BGU 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;4.
