# Bgu 4 1158

Documentary Papyri, Bgu 4, BGU 4 1158. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-4/1158
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-4/1158

Πρωτάρχῳ παρὰ Ὤλου Κορνηλίου Ἰδαίου καὶ παρὰ Κορνηλίας Τατίας τῆς Κορνηλίου μετὰ κυρίου τοῦ μητραδέλφου Λευκίου Καλλίου Παίωνος. συνχωρεῖ ἡ Κορνηλία κομισαμένη παρὰ τοῦ Ὤλου Κορνηλίου Ἰδαίου ἐν μησὶν ὀκτὼ ἀπὸ Χοιὰκ τοῦ ἐνεστῶτος κβ ἔτους Καίσαρος ἃς ὀφείλει αὐτῇ ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ὀγδοήκοντα ἀτόκους εὐθέως ἀντιπαραχωρήσειν αὐτῶι Ὤλωι ἢ οἷς ἐὰν συντάσσῃ διὰ δημοσίου ἀρχείου ἣν παρακεχώρηται παρʼ αὐτοῦ ἡ Κορνηλία κατὰ συγχώρησιν διὰ τοῦ καταλογείου τῶι κα ἔτει Καίσαρος Παῦνι γῆν χέρσον ἀμπελῖτιν ἀρουρῶν πέντε ἢ ὅσαι ἐὰν ὦσιν ἐπὶ τὸ πλέον ἢ ἔλαττον ἐν τοῖς ἐδάφεσιν Ἄρεως θεοῦ μεγίστου περὶ κώμην Θῶλθιν τοῦ περιτειχίστου τῆς Ἑπτακωμίας τοῦ Σεβεννύτου, ὧν αἱ γείτνιαι διὰ τῆς συγχωρήσεως δηλοῦνται, κατὰ μηδὲν ὑπερθεμένη· ἐὰν δὲ τοῦ χρόνου ἐνστάντος ὁ Ὦλος μὴ ἀποδιδῷ τὰς τοῦ ἀργυρίου δραχμὰς π, μένειν περὶ ἑαυτὴν Κορνηλίαν τὴν ἐξουσίαν καὶ ἐγλογὴν ἑαυτὸν πράσσειν τὸ κεφάλαιον ἢ ἀντὶ τούτου κρατεῖν καὶ κυριεύειν τῶν παρακεχωρημένων αὐτῇ καθὼς πρόκειται μὴ προσδεηθεῖσαν μηδεμιᾶς διαστολῆς ἢ προσκλήσεως· ἐὰν δὲ καὶ ἐν τῷ μεταξὺ συμβῇ περὶ τὴν γῆν αἰτία τις τυγχάνουσα, οὐδέν ἐσται πρὸς τὴν Κορνηλίαν, μενεῖ δὲ ἡ ὀφειλὴ ἀκίνδυνος παντὸς κινδύνου, τὰ δὲ εἰς τὸ δημόσιον τελούμενα ἀπὸ τοῦ νῦν μέχρι τῆς τοῦ ἀργυρίου ἀποδόσεως εἶναι πρὸς τὸν Ὦλον διὰ τὸ ἐπὶ τοῦτον αἱ βλάβαι· ἐὰν δὲ καὶ τοῦ Ὤλου ἑτοίμου ἔχοντος ἐν τῷ προκειμένῳ χρόνῳ καταβαλεῖν τὰς τοῦ ἀργυρίου δραχμὰς π ἡ Κορνηλία μὴ ἀντιπαραχωρήσῃ τὴν γῆν, ἐξεῖναι αὐτῷ θεματίσαντι ἐπὶ τράπεζαν ἔνθεσμον τὰς τοῦ ἀργυρίου δραχμὰς π εἰς τὸ αὐτῆς ὄνομα κρατεῖν καὶ κυριεύειν τῶν πέντε καθότι καὶ πρότερον ἀπαραποδίστῳ ὄντι, καὶ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἔτι καὶ …αι…τον π ὑπὲρ τοῦ ἐσομένου δαπανήματος καὶ ἄλλας ἀργυρίου δραχμὰς σ καθάπερ ἐκ δίκης. ἔτους κβ Καίσαρος Χοιὰκ ια

---

Documentary Papyri, BGU 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;4.
