# Bgu 4 1170iv

Documentary Papyri, Bgu 4, BGU 4 1170 (2). Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-4/1170iv
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-4/1170iv

Πρωτάρχωι παρὰ Ἀμμωνίου τοῦ Ἀμενούθου καὶ παρὰ Ψενανούφιος τοῦ Ἁρπαήσιος. συγχωρεῖ ὁ Ψενανοῦφις παρακεχωρηκέναι τῷ Ἀμμωνίῳ τὴν πρᾶξιν τῶν ὀφειλομένων τῷ πατρὶ αὐτοῦ Ἁρπαήσει Ἀνουβίωνος ὑπὸ Ἀμμωνοῦτος τῆς καὶ Σεμνούφιος τῆς Πετεχνούφιος Περσίνης κατὰ τὴν γεγονυῖαν ἐν Ὑψηλῇ τοῦ Λυκοπολίτου ἀσφάλειαν τῷ ιβ ἔτει Καίσαρος Φαῶφι ἀργυρίου δραχμὰς κϛ, καὶ ἐξεῖναι Ἀμμωνίῳ … ὑπόχρεον ταύτας τε καὶ τοὺς τόκους ἀπὸ Ἁθὺρ ιθ ἔτους Καίσαρος καὶ παραδιδόναι καὶ ἐνεχυράζειν καὶ ἐπι…ειν καὶ τὰ γενόμενα ἀποφέρεσθαι εἰς τὸ ἴδιον καὶ ὅτι ἐὰν θέλῃ ἐπιτελεῖν ὡς καὶ αὐτὸν Πετεφνοῦθιν ἀπεσχηκότα παρʼ Ἀμμωνίου διὰ χειρὸς ἐξ οἴκου τὰ ἴσα, τὸν δὲ Πετεφνοῦθιν μὴ ἐπελεύσεσθαι ἐπὶ τὴν συγχώρησιν μηδʼ ἄλλον μηδένα, παρέχεσθαι δὲ τὸ δάνειον ἀπερίλυτον καὶ ἔτι τὸν ἐπελευσόμενον ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις δαπανήμασιν ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἐκτίνειν τὸν Πετεφνοῦθιν τὸ κεφάλαιον σὺν τοῖς τόκοις καθάπερ ἐκ δίκης, ἀναδέδωκε δὲ τῷ Ἀμμωνίῳ καὶ τὰς περὶ τῆς ὀφειλῆς ἀσφαλείας. ἔτους κ Καίσαρος Φαρμοῦθι κβ. …

---

Documentary Papyri, BGU 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;4.
