# Bgu 4 1197

Documentary Papyri, Bgu 4, BGU 4 1197. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-4/1197
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-4/1197

Ἀσκληπιάδῃ τῷ θεῶι καὶ κυρίωι παρὰ Στοτοήτιος τοῦ Νούχεως ἱερέως καὶ προφήτου Ἁρψενήσιος καὶ Σαράπιος θεῶν μεγίστων ἱεροῦ τοῦ ὄντος ἐν κώμῃ Βουσίρι τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου. ὑπόκειται τῶι προκιμένῳ ἱερῷ σύνταξις ἐκ τῆς Ἁρπίσιος προσόδου κατʼ ἐνιαυτὸν πυροῦ ἀρτάβαι ρν, καὶ ὑπὸ σοῦ ἀπεδόθησαν ἕως τοῦ ιη ἔτους Καίσαρος, ἐκδημήσαντος δὲ σοῦ εἰς τοὺς ἐκτὸς τόπους οἱ σοὶ προστάται ἕως τοῦ νῦν ἀπὸ τοῦ ἐννεακαιδεκάτου ἔτους Καίσαρος οὐκ ἔδωκαν ἡμῖν. καὶ οἱ μὲν ἀπὸ Λινῆ καὶ Κόμα κωμῶν ἱερεῖς μὴ λαμβάνοντες τὰ ὑποκίμενα αὐτοῖς ἐντρέχοντες τῷ ἡγεμόνι Τυρρανίωι ἀπεκομίσαντο, ἡμεῖς δὲ τὴν ἐπʼ ἀγαθῷ σου παρουσίαν πρὸς καλὸν ποιοῦμεν, ἵνα μὲν τοῖς θεοῖς εὐχόμενοι διʼ ὅλου καὶ διὰ παντὸς …ερι…ερη… ἣν ἂν ἐπαφροδισίαν …ν θεὸν καὶ κύριον Καίσαρα Αὐτοκράτορα καὶ τοὺς αὐτοῦ υἱούς. δεόμενοι οὖν τῆς παρὰ σοῦ εὐσεβείας μεταλαβεῖν …ειτου ἀξιοῦμεν ἐὰν φαίνηται προστάξαι ἀποκατασταθῆναι ἡμῖν τὴν ὀφειλομένην σύνταξιν …τω…, ὅπως τὰς θυσίας δυνώμεθα ἐπιτελεῖν καὶ τὰ ἄλλα τοῖς θεοῖς νομιζόμενα ἀνεμποδίστως ποιῶμεν ὑπέρ τε σοῦ καὶ τῶν τέκνων, ἵνʼ ὦμεν εὐεργετημένοι. διευτύχει.

---

Documentary Papyri, BGU 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;4.
