# Bgu 5 1210.4.79-1210.5.112

Documentary Papyri, Bgu 5, 1210.4.79 to 1210.5.112. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-5/1210.4.79
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-5/1210.4.79

κζ ὅσα Ῥωμαῖος ἑξηκονταετὴς ἄτεκνος ἀγύναιος ὢν κληρονομεῖ, ἀναλαμβάνεται. ἐὰν δὲ ἔχῃ γυναῖκα τέκνα δὲ μὴ καὶ ἑαυτὸν προσανγείλῃ, τὸ ἥμισυ αὐτῷ συνχωρεῖται. κη γυνὴ ἐὰν ᾖ ἐτῶν ν, οὐ κληρονομεῖ, ἐὰν δὲ ἡττόνων καὶ ἔχῃ τέκνα γ, κληρονομεῖ, ἀπελευθερικὴ δέ, ἐὰν ἔχῃ τέκνα τέσσαρα . κθ Ῥωμαία ἐνγενὴς ἔχουσα οὐσίαν σηστερτίων κ, μέχρι ἄγαμός ἐστιν, δίδωσι κατʼ ἔτος ἑκατοστήν, καὶ ἀπελευθερικὴ δὲ ἔχουσα σηστερτίων κ τὸ αὐτὸ δίδωσι, ἕως ἂν γαμήσῃ. λ αἱ καταλειπόμεναι κληρονομίαι γυναιξὶ Ῥωμαίαις ἐχούσαις οὐσίας σηστερτίων ν ἀγάμοις καὶ ἀτέκνοις ἀναλαμβάνονται. λα Ῥωμαίᾳ ἐξὸν ἀνδρὶ καταλείπειν τὸ δέκατον ὧν κέκτηται, ἐὰν δὲ πλείονα, ἀναλαμβάνεται. λβ Ῥωμαῖοι ὑπὲρ ἑκατὸν σηστέρτια ἔχοντες ἄγαμοι καὶ ἄτεκνοι οὐ κληρονομοῦσι, οἱ δὲ ἔλαττον ἔχοντες κληρονομοῦσι. λγ Ῥωμαίᾳ οὐκ ἐξὸν ὑπὲρ τὴν καλουμένην κουη εμπτιωνα διατάσσειν· ἀνελήμφθη δὲ καὶ ληγᾶτον καταλειφθὲν ὑπὸ Ῥωμαίας ἀφήλικι Ῥωμαίᾳ. λδ τοῖς ἐν στρατείᾳ καὶ ἀπὸ στρατείας οὖσι συνκεχώρηται διατίθεσθαι καὶ κατὰ Ῥωμαικὰς καὶ Ἑλληνικὰς διαθήκας καὶ χρῆσθαι οἷς βούλωνται ὀνόμασι, ἕκαστον δὲ τῷ ὁμοφύλῳ καταλείπειν καὶ οἷς ἔξεστιν. λε τοὺς στρατευομένους καὶ ἀδιαθέτους τελευτῶντας ἐξὸν τέκνοις καὶ συγγενέσι κληρονομεῖν, ὅταν τοῦ αὐτοῦ γένους ὦσι οἱ μετερχόμενοι. λϛ τῶν ἐπὶ φόνοις ἢ μείζοσιν ἁμαρτήμασιν κολαζομένων ἢ καὶ διʼ ὁμοίας αἰτίας αὐθαίρετον φυγὴν ἑλομένων τὰ ὑπάρχοντα ἀναλαμβάνεται, δίδοται δὲ τοῖς τέκνοις αὐτῶν τὸ δέκατον καὶ ταῖς γυναιξὶν αἱ ἐν ἀργυρίῳ προῖκες, καὶ αὐτοῖς δὲ τὸ δωδέκατον Ἀντωνῖνος Καῖσαρ ὁ κύριος συνεχώρησεν. λζ οἱ παρὰ προστάγματα βασιλέων ἢ ἐπάρχων τι πράξαντες ἀκαταλλήλως ἐζημιώθησαν οἱ μὲν τετάρτῳ μέρει τῆς οὐσίας οἱ δὲ ἡμισείᾳ, οἱ δὲ ἐξ ὅλων. λη οἱ ἐξ ἀστῆς καὶ Αἰγυπτίου γενόμενοι μένουσι μὲν Αἰγύπτιοι, ἀμφοτέρους δὲ κληρονομοῦσι τοὺς γονεῖς. λθ Ῥωμαίου ἢ Ῥωμαίας κατʼ ἄγνοιαν συνελθόντων 7 Αἰγυπτίοις τὰ τέκνα τῷ ἥττονι γένει ἀκολουθεῖ.

---

Documentary Papyri, BGU 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;5.
