# Bgu 5 1210.8.181-1210.9.215

Documentary Papyri, Bgu 5, 1210.8.181 to 1210.9.215. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-5/1210.8.181
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-5/1210.8.181

οα ἱερεῦσι οὐκ ἐξὸν πρὸς ἄλλῃ χρείᾳ εἶναι ἢ τῇ τῶν θεῶν θρησκείᾳ οὐδὲ ἐν ἐρεᾷ ἐσθῆτι προιέναι οὐδὲ κόμην φορεῖν οὐδὲ ἐὰν ξενωθῶσιν τοῦ θείου ψαρ. οβ ἀσφραγίστους μόσχους οὐκ ἐξὸν θύειν· οἱ δὲ παρὰ ταῦτα θύσαντες κατακρίνονται δραχμὰς φ ογ ἱερατικὰς προσόδους οὐκ ἐξὸν ἐπιδανείζειν. οδ στολιστὴς καταλιπὼν τὰς θρησκείας κατεκρίθη τὰς προσόδους καὶ ἐπίτιμον δραχμὰς τ. οε ἱερεὺς καταλιπὼν τὰς θρησκείας κατεκρίθη δραχμὰς σ ἐρεᾷ ἐσθῆτι χρησάμενος δραχμὰς σ συριστὴς δραχμὰς ρ παστοφόρος δραχμὰς ρ. οϛ ἱερεὺς ἐρεᾷ ἐσθῆτι χρησάμενος καὶ κόμην φορέσας κατεκρίθη δραχμὰς Δ. οζ αἱ ἐπὶ διαδοχῇ προφητεῖαι τῷ γένει φυλάσσονται. οη αἱ δὲ πραθεῖσαι ψιλῶς καὶ μὴ ἐφʼ αἱρέσει πραταί εἰσιν. οθ ἐν παντὶ ἱερῷ, ὅπου ναός ἐστιν, δέον προφήτην εἶναι καὶ λαμβάνει τῶν προσόδων τὸ πέμπτον. π αἱ στολιστεῖαι πραταί εἰσιν. τοὺς προφήτας στολισταὶ διαδέχονται. μόνῳ προφήτῃ ἐξὸν τὸ τῆς δικαιοσύνης παράσημον φορεῖν. παστοφόροις οὐκ ἐξὸν ὡς ἱερεῦσι χρηματίζειν. παστοφόροις ἐξὸν ἰδιωτικῶν ἐφίεσθαι τάξεων. ἱερατικὰ γέρα θυγατρὶ φυλάσσεται. ἐὰν ἱερὰ ὀλιγανθρωπῇ, ἐξ ὁμοτίμου ἱεροῦ ἐξὸν λαμβάνειν ἱερέας πρὸς κωμασίας. ἐν Ἑλληνικοῖς ἱεροῖς ἐξὸν ἰδιώταις κωμάζειν. μοσχοσφραγισταὶ ἐξὸν λογίμων ἱερῶν δοκιμάζονται τῶν ἐκ κλίνης ἱερῶν προφῆται οὐ γεύονται ἀλλὰ πτεραφόροι. οἱ μὴ πέμψαντες στολίσματα εἰς ἀποθέωσιν Ἄπιδος ἢ Μνέυιδος κατακρίνονται πρόστιμον. οἱ διὰ σίνος ἢ πάθος ἀθεράπευτον ἀφαιρούμενοι τοῦ ψάρυ ον μὲν τοπ…ι οὐ λαμβάνουσι, τὰς δὲ συντάξεις. τὰ ἐπιγινόμενα τέκνα τοῖς θ… ἱερωμένοις οὐχ ἱερᾶται. ἀπὸ καταδίκης ἱερέων οἱ υἱοὶ καθίστανται, οἱ δὲ μετὰ ταῦτα υἱοὶ αὐτῶν ἱερῶνται. κηπριάρτῳ οὐκ ἐξὸν ἱερᾶσθαι … τοῖς θάπτουσι τὰ ἱερὰ ζῶια οὐκ ἐξὸν προφητεύειν οὐδὲ ναὸν κωμάζειν οὐδὲ τρέφειν ἱερὰ ζῶια. παστοφόροις οὐκ ἐξὸν κωμάζειν οὐδὲ ἱερέων τάξεων ἀντιλαμβάνεσθαι. ἱερεῖς οὐ κωμάζουσιν πρὸ πτεραφόρων. ἱερατικὴ τάξις ὑπὸ ἰδιωτῶν οὐκ ἐπικρατεῖται.

---

Documentary Papyri, BGU 5. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;5.
