# Bgu 6 1229

Documentary Papyri, Bgu 6, BGU 6 1229. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-6/1229
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-6/1229

… Φιλαδέλφου Δημονίκης τῆς Φίλωνος μηνὸς Θωῦθ ἔχει Διονύσιος Ἀπιδώρου Ναυκρατίτης τῶν ἐπέργων παρʼ Ἀπολλωνίδου τοῦ παρʼ Ἀπολλωνίδου νομάρχου τοῦ Ὀξυρυγχίτου νομοῦ ἐκ τῆς πρότερον …ωνσιος ἄνω τοπαρχίας ἐκ τῆς πρότερον οὔσης Σιμαρίστου διοκήσεως σπέρμα εἰς τὸν Πυρρίου κλῆρον τῶν Φιλάγρου εἰς τὸ λ ἔτος ἀντὶ ἀράκου ἀρταβῶν ι κριθῆς ι καὶ ἀντὶ ὀλυρῶν ἀρταβῶν ιε κριθῆς ι γίνονται κριθῆς κ σῖτον καθαρὸν ἄδολον μέτρωι παραδοχικῶι. βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους κθ ἐφʼ ἱερέως Ἀντιόχου τοῦ Κέββα Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Δημονίκης τῆς Φίλωνος μηνὸς Θωῦθ ἔχει Διονύσιος Ἀπιδώρου Ναυκρατίτης τῶν ἐπέργων παρʼ Ἀπολλωνίου τοῦ παρʼ Ἀπολλωνίδου νομάρχου τοῦ Ὀξυρυγχίτου νομοῦ ἐκ τῆς πρότερον οὔσης Σιμαρίστου διοικήσεως σπέρμα εἰς τὸν Πυρρίου κλῆρον τῶν Φιλάγρου εἰς τὸ λ ἔτος ἀντὶ ἀράκου ἀρταβῶν ι κριθῆς ἀρτάβας ι καὶ ἀντὶ ὀλυρῶν ἀρταβῶν ιε κριθῆς ἀρτάβας ι γίνονται κριθῶν κ σῖτον καθαρὸν ἄδολον μέτρωι παραδοχικῶι. Ἐπαίνετος Εὐαγγελεὺς ἰδιώτης τῶν Φιλάγρου· συνέταξέ μοι Διονύσιος Ἀπιδώρου χειρογράφησον περὶ αὐτοῦ ὅτι ἔχει τὰς εἴκοσι ἀρτάβας τῶν κριθῶν κατὰ τὰ προγεγραμμένα.

---

Documentary Papyri, BGU 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;6.
