# Bgu 6 1271

Documentary Papyri, Bgu 6, BGU 6 1271. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-6/1271
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-6/1271

… καὶ τὸ βλάβος καὶ μηδὲν ἧσσον ἡ μίσθωσις ἥδε κυρία ἔστω. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότω Ἁρυώτης Νίκωνι κατʼ ἔτος τὰ ἐπιγεγραμμένα ἐκφόρια ἐπὶ τῆς ἅλω ἐν μηνὶ Ἀπελλαίωι Αἰγυπτίων δὲ Παῦνι ἢ ἐπὶ τέλους ἑκάστου ἔτους ἢ ὅταν ἡ ἄφεσις τῶν γενημάτων δοθῆι πυρὸν νέον καθαρὸν καὶ ἄδολον … μὴ μέλανα πυρὸν τοῦ ἐσομένου ἐν τῆι γῆι ταύτηι μέτρωι τῶι δεκαχοινίκωι τῶι ἐν τῆι ἐν Φιλαδελφείαι ἀγορᾶι μετρήσει καὶ σκυτάληι δικαίαι ἑαυτῶι δὲ … καταστησα… … ἐκ τοῦ ἰδίου. ἐὰν δὲ μὴ ἀποδῶι ἀποτεισάτω παραχρῆμα Ἁρυώτης Νίκωνι τῆς τῶν πυρῶν ἀρτάβης ἑκάστης ἧς ἂν μὴ ἀποδῷ χαλκοῦ νομίσματος δραχμὰς χιλίας ἢ τὴν οὖσαν πλείστην τιμὴν τῆς Φιλαδελφείας. τὰ δὲ βασιλικὰ πάντα ὅσα καθήκει ὑπὲρ τῆς γῆς ταύτης μετρείτω ὁ … … ἐὰν δέ τι πραχθῆι Ἁρυώτης σύμβολα ὁμόλογα ἐπιδείξας ὑπολογείτω εἰς τὰ ἐκφόρια, τῶν δε καρπῶν καὶ γενημάτων κυριευέτω Νίκων ἢ οἱ παρʼ αὐτοῦ, ἕως ἂν τὰ ἑαυτοῦ κομίσηται. μάρτυρες· …κρατης Βίθυος Θρᾷξ τῆς ἐπιγονῆς … παλ…του…ν…νθ…ι…οκλ…ης… Νίκων ὁμολογῶ μεμισθωκέναι καὶ τέθειμαι τὴν συγγραφὴν κυρίαν παρὰ συγγραφοφύλακι Τιμοκράτηι … κοντάρουρος ἔγραψα ὑπὲρ Νίκωνος διὰ τὸ φάσκειν μὴ ἐπίστασθαι γράμματα. Ἁρυώτης ὁμολογῶ μεμισθῶσθαι καθότι προγέγραπται καὶ τέθειμαι τὴν συγγραφὴν κυρίαν παρὰ Τιμοκράτῃ. Λεωνίδης Θρᾷξ τῶν Γαλέστου ὀγδοηκοντάρουρος ἔγραψα ὑπὲρ Ἁρυώτου ἀξιωθεὶς ὑπʼ αὐτοῦ διὰ τὸ φάσκειν αὐτὸν μὴ ἐπίστασθαι γράμματα.

---

Documentary Papyri, BGU 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;6.
