# Bgu 6 1282

Documentary Papyri, Bgu 6, BGU 6 1282. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-6/1282
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-6/1282

Σαββαταῖος Ὥρου καὶ ὁ τούτου υἱὸς Δωσᾶς κεραμεῖς τῶν ἀπὸ Σύρων κώμης Ἰουδαῖοι Πετεσούχωι καὶ τοῖς τούτου υἱοῖς Νεφερῶτι καὶ Νεχθανοῦπι χαίρειν. ὁμολογοῦμεν συμμετέχειν ὑμῖν τοῦ ὑπάρχοντος Παοῦτι Σαββαταίου περὶ Νείλου πόλιν κεραμείου ἀπὸ Τῦβι κε τοῦ ζ ἔτους ἕως Μεσορὴ λ τοῦ αὐτοῦ ἔτους κατὰ τὸ ἐπιβάλλον μοι μέρος τέταρτον καὶ τοῦ υἱοῦ μου τὸ ἥμισυ τέταρτον τοῦ τέταρτου, τὸν δὲ φόρον ἐκτείσομεν κοινῆι ἕκαστος κατὰ τὸ μέρος· ἐὰν δέ τι γένηται βλάβος ἢ ὠφελία ἔστω κοινὴ καὶ ἀδιαίρετος μηδὲ ἐξέσται ἡμῖν καταλιπεῖν τὸ κεραμεῖον μέχρι τοῦ προκειμένου ἔτους μηδὲ ἐξέσται ὑμῖν ἐγβαλεῖν ἡμᾶς ἐκτὸς τοῦ κεραμείου· ἐὰν δὲ μὴ ποιῶμεν καθὰ γέγραπται, ἐκτείσομεν εἰς τὸ βασιλικὸν ἀργυρίου δραχμὰς μ. ἡ δὲ μίσθωσις ἥδε κυρία ἔστω πάντηι. ἔγραψεν ὑπὲρ αὐτῶν Χαιρήμων Καλλικράτους ἀξιωθεὶς διὰ τὸ φάσκειν αὐτοὺς μὴ εἰδέναι γράμματα. ἔτους ζ Τῦβι κε Σαβαίδων Νίκωνος μαρτυρῶ Νικόδρομος Φιλίππου μαρτυρῶ

---

Documentary Papyri, BGU 6. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;6.
