# Bgu 8 1849

Documentary Papyri, Bgu 8, BGU 8 1849. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/bgu-8/1849
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/bgu-8/1849

Εὐρυλόχῳ συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ Τασέμθεως γυναικὸς Ὥρου ἀδελφοῦ Ἑριέως τοῦ πτεραφόρου ἱερέως τοῦ ἐν Τιλώθει ἱεροῦ Ἡρακλέους θεοῦ μεγίστου. τῶν γονέων μου ἐκ Ποενάμεως εἰς τὸ ἐν τῆι Τιλώθει κατελθόντων ἱερὸν καὶ εἰς τὸ τῶν προγεγραμμένων παστοφόριον καταλυσάντων ἐπιπλεκείς μοι ὁ Ὧρος ἐκ πολλῆς διατριβῆς. ὁ πατὴρ ἀποθέμενος τὰ ἐν τῆι ἰδίαι ὑπάρχοντα καὶ φερνὴν αὐτῶι διὰ τῶν ἀδελφῶν τοῦ τε Ἑριέως καὶ Σεμθέως Παάβιος προσενεγκάμενος χαλκοῦ νομίσματος τάλαντα κε. ἔγραψέν μοι Αἰγυπτίαν τροφῖτιν, ἐξ οὗ καὶ ἐσχηκυῖα τέκνα δ, ἀπὸ δὲ τούτων ἑνὸς περιόντος. οἱ ἀδελφοὶ ἀνήνεγκαν αὐτῶι τῶν οἰκημάτων διαίρεσιν. ὁ ἀνὴρ μεταλλάξας τὸν βίον οὕτως διακείμενος. ἐμὲ ἠνάγκασαν μέχρι τοῦ νῦν τὰς ἐν ταῖς νεκρίαις εἰς αὐτὸν δαπάνας ποιεῖσθαι, πάντα τὰ τοῦ τέκνου ἀποφερόμενοι οὐδὲν εἰς τὰ ἀναγκαῖα ἐπιχορηγοῦσι. διὸ ἀξιῶ χήρα οὖσα ἐκθεῖναί μοι καὶ τῶι ὀρφανῶι παιδίωι τὸ δίκαιον μὴ ἐμμεμενηκότα ἐφʼ οἷς οἱ ἱερεῖς καὶ Ἀπίων ὁ γυμνασιαρχήσας δεδικαιώκασι, ἐὰν φαίνηται προνοῆσαι ἡμῶν, ἵνʼ ὦμεν βεβοηθημένοι. εὐτύχει

---

Documentary Papyri, BGU 8. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/bgu;8.
