# C.Pap.Gr. 1 13

Documentary Papyri, C.Pap.Gr. 1, C.Pap.Gr. 1 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/c-pap-gr-1/13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/c-pap-gr-1/13

γ παρὰ Ἰουλίας …νεισης τῆς Γαίου Ἰουλίου Φήλικος ἀπελευθέρας μετὰ κυρίου τοῦ πάτρωνος Γαίου Ἰουλίου Φήλικος … … μετὰ κυρίου καὶ ἐγγύου … … ου Ζηνω… συγχωρεῖ ἡ …σα ἐπὶ μῆνας εἴκοσι ἀπὸ … … τροφεύσειν καὶ θηλάσειν ἔξω παρʼ ἑαυτῆι κατὰ πόλιν τῶι ἰδίωι αὐτῆς γάλακτι καθαρῶι καὶ ἀφθόρωι ὃ ἐγδέδοται αὐτῆι ἡ Ἰουλία δουλικὸν παιδίον ὧι ὄνομα …φανο μισθοῦ κατὰ μῆνα δραχμῶν ιβ καὶ ἐλαίου κοτυλῶν β, αὐτόθεν δὲ ἐσχηκέναι ἡ …ξα διʼ ἐγγύου τοῦ Ζήνωνος … … παρὰ τῆς Ἰουλίας διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑξήκοντα … … ποιεῖσθαι τὴν τʼ αὐτῆς καὶ τοῦ παιδίου προσήκουσαν ἐπιμέλειαν μὴ φθείρουσαν τὸ γάλα μηδʼ ἀνδροκοιτοῦσαν μηδʼ ἐπικυοῦσαν μηδʼ ἄλλο παιδίον παραθηλάζουσαν, ἅ τε ἐὰν λάβῃ ἢ πιστευθῇ σῶα συντηρήσειν καὶ ἀποδώσειν ὅταν ἀπαιτῆται ἢ ἐκτίσειν ἑκάστου ἀξίαν πλὴν συμφανοῦς ἀπωλείας ἧς καὶ φανερᾶς γενηθείσης ἀπολελύσθω καὶ μὴ ἐκλείψειν τὴν τροφείαν ἐντὸς τοῦ χρόνου. ἐὰν δέ τι παραβαίνῃ ἐκτίνειν αὐτήν τε καὶ τὸν αὐτῆς Ζήνωνα ἅς τε ἀπέσχηκαν δραχμὰς ἑξήκοντα καὶ ἃ ἐὰν λάβῃ σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυρίου δραχμὰς σ, τῆς πράξεως γινομένης ἔκ τε αὐτῆς …ξ…ης καὶ ἐκ τοῦ ἐγγύου Ζήνωνος καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης καὶ μὴ ἐπιφέρειν πίστεις ἢ ἀκύρους εἶναι. ἐπιτελούσης δὲ τῆς …ξεας ἕκαστα καὶ τὴν Ἰουλίαν … χορηγήσειν αὐτῆι τὰ κατὰ μῆνα τροφεῖα … … καὶ μὴ ἀποσπάσειν τὸ παιδίον ἐντὸς τοῦ χρόνου ἢ καὶ αὐτὴν ἔνοχον εἶναι τῶι ἴσωι…

---

Documentary Papyri, C.Pap.Gr. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/c.pap.gr;1.
