# C.Pap.Gr. 1 19

Documentary Papyri, C.Pap.Gr. 1, C.Pap.Gr. 1 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/c-pap-gr-1/19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/c-pap-gr-1/19

ἐξ ὑπομνηματισμῶν Τιβερίου Κλαυδίου Πασίωνος στρατηγοῦ. ἔτους ἐνάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαρμοῦθι γ, ἐπὶ τοῦ βήματος, Πεσοῦρις πρὸς Σαραεῦν. Ἀριστοκλῆς ῥήτωρ ὑπὲρ Πεσούριος· Πεσοῦρις, ὑπὲρ οὗ λέγω, ζ ἔτους Τιβερίου Κλαυδίου Καίσαρος τοῦ κυρίου ἀνεῖλεν ἀπὸ κοπρίας ἀρρενικὸν σωμάτιον ᾧ ὄνομα Ἡρακλᾶν. τοῦτο ἐνεχείρισεν τῆι ἀντιδίκωι· ἐγένετο ἐνθάδε ἡ τροφῖτις εἰς υἱὸν τοῦ Πεσούριος. τοῦ πρώτου ἐνιαυτοῦ ἀπέλαβεν τὰ τροφεῖα. ἐνέστη ἡ προθεσμία τοῦ δευτέρου ἐνιαυτοῦ, καὶ πάλιν ἀπέλαβεν. ὅτι δὲ ταῦτα ἀληθῆ λέγω, ἔστιν γράμματα αὐτῆς διʼ ὧν ὁμολογεῖ εἰληφέναι. λιμαγχουμένου τοῦ σωματίου ἀπέσπασεν ὁ Πεσοῦρις. μετὰ ταῦτα καιρὸν εὑροῦσα εἰσεπήδησεν εἰς τὴν τοῦ ἡμετέρου οἰκίαν καὶ τὸ σωμάτιον ἀφήρπασεν, καὶ βούλεται ὀνόματι ἐλευθέρου τὸ σωμάτιον ἀπενέγκασθαι. ἔχω πρῶτον γράμμα τῆς τροφίτιδος, ἔχω δεύτερον τῶν τροφείων τὴν ἀποχήν. ἀξιῶ ταῦτα φυλαχθῆναι. Σαραεῦς· ἀπεγαλάκτισά μου τὸ παιδίον, καὶ τούτων σωμάτιόν μοι ἐνεχειρίσθη. ἔλαβον παρʼ αὐτῶν τοὺς πάντας ὀκτὼ στατῆρας. μετὰ ταῦτα ἐτελεύτησεν τὸ σωμάτιον … στατήρων μοι περιόντων. νῦν βούλονται τὸ ἴδιόν μου τέκνον ἀποσπάσαι. Θέων· γράμματα τοῦ σωματίου ἔχομεν. ὁ στρατηγός· ἐπεὶ ἐκ τῆς ὄψεως φαίνεται τῆς Σαραεῦτος εἶναι τὸ παιδίον, ἐὰν χειρογραφήσῃ αὐτή τε καὶ ὁ ἀνὴρ αὐτῆς ἐκεῖνο τὸ ἐνχειρισθὲν αὐτῆι σωμάτιον ὑπὸ τοῦ Πεσούριος τετελευτηκέναι, φαίνεταί μοι κατὰ τὰ ὑπὸ τοῦ κυρίου ἡγεμόνος κριθέντα ἀποδοῦσαν αὐτὴν ὃ εἴληφεν ἀργύριον ἔχειν τὸ ἴδιον τέκνον.

---

Documentary Papyri, C.Pap.Gr. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/c.pap.gr;1.
