# C.Pap.Gr. 1 24

Documentary Papyri, C.Pap.Gr. 1, C.Pap.Gr. 1 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/c-pap-gr-1/24
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/c-pap-gr-1/24

ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἐπεὶφ ιθ ὁμολογεῖ Φιλωτέρα … μητρὸς …ς ἀπὸ κώμης Σενέπτα, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πετεήσιος τοῦ Φιλίσκου τοῦ Ἀμμωνίου μητρὸς αράσιος τῆς Οὐεττίου Παποντῶτι … τοῦ Διονυσίου μητρὸς Ταιερ… ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ, παρειληφέναι παρʼ αὐτοῦ ὃ ἀνῄρηται τῇ ἐνεστώσῃ ἡμέρᾳ ἀπὸ κοπρίας δουλικὸν παιδίον ὑποτίτθιον ἀρσενικὸν ᾧ ὄνομα Διονύσιος, ὃ καὶ ἐπάναγκον αὐτὴν θρέψαι καὶ θηλάσαι ἔτι δὲ καὶ τιθηνῆσαι ἐπὶ χρόνον ἔτη δύο ἀπὸ τῆς αὐτῆς ἐνεστώσης ἡμέρας ἕως τῆς ιθ Ἐπεὶφ τοῦ η ἔτους Δομιτιανοῦ Καίσαρος τοῦ κυρίου, ὑπὲρ τροφείων καὶ ἱματισμοῦ μισθὸν λαμβάνουσα κατὰ μῆνα ἀργυρίου δραχμῶν ἑπτὰ καὶ ἐλαίου Ὀασετικοῦ κοτυλῶν δύο. αὐτόθεν δὲ ἀπέσχηκεν ἡ Φιλωτέρα παρὰ τοῦ Παποντῶτος τὰς συναγομένας εἰς τὸ πρῶτον ἔτος δραχμὰς ὀγδοηκοντατέσσαρας, τούτου δὲ πληρωθέντος δώσει ὁ Παποντῶς τῇ Φιλωτέρα τὰς τοῦ δευτεροῦ ἔτους δραχμὰς ὀγδοηκοντατέσσαρας …να. μὴ ἐξέστω δὲ τῇ Φιλωτέρᾳ προσρίπτειν τῷ Παποντῶτι τὸ σωμάτιον ἐντὸς τοῦ χρόνου …αι τὸ γάλα μηδε… τοῦ σωματίου προστασίαν καὶ ἐπιμέλειαν ποιησαμένη, ὡς καθήκει. παραδότω δὲ μετὰ τὸν χρόνον τὸ σωμάτιον ἀπογεγαλακτισμένον. ἐὰν μὴ τ… ὧν ἐὰν ᾖ τετροφευκυῖα μηνῶν καὶ ἐὰν μὲν βούληται ὁ Παποντῶς ἀποσπάσαι αὐτῆς τὸ σωμάτιον, χωρὶς τοῦ μηδὲν αὐτὴν πρὸς τὸν ἐνλείποντα χρόνον ἐπιζητεῖν παρὰ τοῦ Παποντῶτος ἀποδότω αὐτῇ ἡ Φιλωτέρα ὃ ἐὰν φανῇ ὀφείλουσα πρὸς ὃν οὐδέπω τετρόφευκε χρόνον. ἐὰν δὲ μὴ ποιήσῃ ἡ Φιλωτέρα καθότι γέγραπται, ἀποτεισάτω τῷ Παποντῶτι ὅ τι εἴληφεν ὡς πρόκειται ἀργύριον μεθʼ ἡμιολίας καὶ ἐπίτιμον ἄλλας ἀργύριον δραχμὰς …, καὶ εἰς τὸ δημόσιον τὰς ἴσας, καὶ ἡ πρᾶξις ἔστω τῷ Παποντῶτι ἔκ τε αὐτῆς καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ συγγραφή. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, Ἐπεὶφ ἐννεακαιδεκάτῃ …μη Μνησιθέων ἀγορανόμος κεχρημάτικα.

---

Documentary Papyri, C.Pap.Gr. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/c.pap.gr;1.
