# C.Pap.Gr. 1 28

Documentary Papyri, C.Pap.Gr. 1, C.Pap.Gr. 1 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/c-pap-gr-1/28
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/c-pap-gr-1/28

ἀντίγραφον τροφίμου ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Σεβαστοῦ λ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ἑλένη Ἥρωνος Περσίνη, ὡς ἐτῶν μ οὐλὴ πήχει δεξιῷ, μετὰ κυρίου τοῦ τοῦ ἀδελφοῦ αὐτῆς Δειδᾶτος υἱοῦ Δειδᾶτος, ὡς ἐτῶν κ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν, Σαραπίωνι Ἀσκληπιάδου Φυλαξιθαλασσείῳ τῷ καὶ Ἀλθαιεῖ ὡς ἐτῶν λα ἀσήμῳ, τροφεύσειν καὶ θηλάσειν παρʼ ἑαυτῇ τῷ ἰδίῳ γάλακτι εἰς ἔτη δύο ἀπὸ τοῦ προκειμένου χρόνου καὶ τιθηνήσειν ἐπʼ ἄλλους μῆνας ἓξ τὸ γεγονὸς ἐκ τῆς ὑπαρξάσης αὐτῷ Σαραπίωνι δούλης Τύχης θηλυκὸν σωμάτιον ᾧ ὄνομα Κορινθία, λαμβάνουσα παρὰ τοῦ ὁμολογοῦντος ὑπέρ τε τῶν τῆς γαλακτοτροφίας κατὰ μῆνα δραχμὰς ἓξ καὶ ἐλαίου κοτύλας δύο καὶ κατʼ ἔτος Ἀμεσυσίοις σπονδῆς οἴνου κεράμιον ἓν καὶ ὄρνιθας τέσσαρες καὶ τοῦ τῆς τιθηνήσεως ἑξαμήνου κατὰ μῆνα τὸ ἥμισυ … ἀργυρίου …η…ιτος. μὴ ἐξέστω οὖν τῇ Ἑλένῃ ἐντὸς τοῦ χρόνου ἀπορρῖψαι τῷ Σαραπίωνι τὸ δουλικὸν σωμάτιον, μηδὲ παραθηλάσειν ἕτερον μηδὲ φθείρειν τὸ γάλα μηδʼ ἄλλο μηδὲν ἀσυμφόρως αὐτῷ ἐπιτελεῖν, ἀλλὰ καὶ τὴν τούτου προσήκουσαν ἐπιμέλειαν ποιεῖσθαι διά τε νυκτὸς καὶ ἡμέρας …υουσα ἐπὶ τοῦτο παρʼ ἕκαστα. ἐὰν δὲ ἀπορρίψῃ ἢ ἄλλο τι παραβῇ τῶν προκειμένων ἐκτίσει αὐτῷ παραχρῆμα ἅ τε ἐὰν ἔσχῃ καὶ τὰ ἀργύρια μεθʼ ἡμιολίας καὶ τὰ βλάβη διπλᾶ καὶ ἐπίτιμον ἀργυρίου δραχμῶν ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. ὑπογραφεὺς τῆς Ἑλένης καὶ Δειδᾶτος Δεῖος Δείου ὡς ἐτῶν ξ οὐλὴ ὀφρύι ἀριστερῷ. … Ἥρωνος Ἥρωνος υἱοῦ διʼ ἐμοῦ ἐπενέχθη ἔτους ι Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παῦνι δ.

---

Documentary Papyri, C.Pap.Gr. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/c.pap.gr;1.
