# CdÉ 85 255

Documentary Papyri, CdÉ 85, CdÉ 85 (2010), p. 254-256 no. 1 [569]. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cde-85/255
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cde-85/255

λ ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Νέου Σεβαστοῦ λ, ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ταευήμερος Μάρκου ὡς ἐτῶν πεντήκοντα πέντε οὐλὴ παρʼ ἀντίχειρα δεξιὸν μετὰ κυρίου τοῦ υἱοῦ Σαραπίωνος τοῦ Σαραπίωνος ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ μετώπῳ μέσωι ὑπὸ τρίχα Μάρκωι Ἀνθεστίῳ Γεμέλλωι στρατιώτῃ σπείρης τρίτης Ἰτουραίων ἑκατονταρχίας Τιτίου ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ γενείωι ἐξ ἀριστερῶν ἐπάναγκον τὴν ὁμολογοῦσαν Ταευήμερον ἀποδώσειν τῷ Μάρκωι Ἀνθεστίωι Γεμέλλωι ἐν αἷς ᾐτήσατο αὐτὸν εἰς συνπεριφορὰν τῆς ἀποδόσεως ἡμέραις πέντε ἀπὸ τῆς προκειμένης τὰς ὀφειλομένας τῇ τοῦ Ἀσθεστίου μητρὶ Θαῆσι Σισόιτος ἔτι περιούσῃ ὑπὸ Ἡρακλείδου τοῦ Ὡρίωνος καθʼ ὁμολογίαν τὴν διὰ τοῦ ἐν κώμῃ Καρανίδι γραφείου τελειωθεῖσαν τῶι ἕκτωι ἔτει θεοῦ Οὐεσπασιανοῦ μηνὶ Φαρμοῦθι ἀργυρίου δραχμὰς χιλίας …ει ἡ Ταευήμερος τοῦ Ἡρακλείδου περὶ Καρανίδα … ἐλαιῶνος ἀρουρῶν τριῶν ἡμίσους πρὸς τὸν … θηκηι ὡς προφέρεται ὑπὸ τοῦ αὐτοῦ Ἡρακλείδου ἀργυρίου δραχμὰς τετρακοσίας τεσσαράκοντα τὴν …ται ἡ Ταευήμερος τῷ Μάρκωι τῶν προκειμένων ἀργυρίου δραχμῶν χιλίων καὶ ὧν ὀφείλει ὁ αὐτὸς Ἡρακλείδης καθʼ ἕτερο χειρόγραφον ἄλλων ἀργυρίου δραχμῶν τεσσα… τεσσαράκοντα ε … τοῦ ἐνεστῶτος ἔτους αν- …

---

Documentary Papyri, CdÉ 85. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/cde;85.
