# Chrest.Mitt. 197

Documentary Papyri, Chrest.Mitt., Chrest.Mitt. 197. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/chrest-mitt/197
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/chrest-mitt/197

ἔτους ἑνδεκάτου Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ μηνὸς ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἥρων Διοσκόρου κεκοσμητευκὼς βουλευτὴς τῆς αὐτῆς Ἀρσινοιτῶν πόλεως ἀναγραφόμενος ἐπʼ ἀμφόδου Μακεδόνων ὡς ἐτῶν ἑξήκοντα ἑνὸς οὐλὴ ἴχνει ποδὸς … Λουκίῳ Σεπτιμίῳ Αὐρηλίῳ Πτολεμαίῳ τῷ καὶ Ἀμμωνίῳ τῶν ἱερονικῶν καὶ ἀτελῶν, ὡς δὲ πρὸ τῆς Ῥωμαίων πολιτείας χρηματίσαντι Πτολεμαίῳ τῷ καὶ Ἀμμωνίῳ Νίννου τοῦ καὶ Ἀνουβίωνος υἱοῦ Ἥρωνος ἀγορανομήσαντος τῆς αὐτῆς πόλεως ὡς ἐτῶν εἰκοσι τεσσάρων οὐλὴ μήλῳ δεξιῷ ἀπέχειν τὸν Ἥρωνα παρὰ τοῦ Λουκίου Σεπτιμίου Αὐρηλίου Πτολεμαίου τοῦ καὶ Ἀμμωνίου κατὰ τήνδε τὴν ὁμολογίαν διὰ χειρὸς ἀργυρίου δραχμὰς χιλίας ὀκτακοσίας ὧν δραχμὰς μὲν χιλίας ἑπτακοσίας οὔσας ἴσας ὧν ὤφειλεν αὐτῷ κατὰ δημόσιον χρηματισμὸν τελειωθέντα διὰ τοῦ αὐτοῦ τῆς μητροπόλεως γραφείου τῷ διεληλυθότι δεκάτῳ ἔτει μηνὶ … ἐφʼ ὑποθήκῃ τῇ ὑπαρχούσῃ αὐτῷ ἐν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Κιλίκων οἰκίᾳ διπυργίᾳ ἐν ᾗ … τὰς δὲ λοιπὰς δραχμὰς ἑκατὸν οὔσας λοιπὰς τόκων αὐτῶν ἀπὸ τῆς θέσεως …εν τε … διὰ τῆς τῶν ἐγκτήσεων βιβλιοθήκης τὴν τῆς ὑποθήκης λύσιν … καὶ μὴ ἐπελεύσεσθαι μήτε αὐτὸν τὸν Ἥρωνα μήτε τοὺς παρʼ αὐτοῦ ἐπὶ τὸν Λούκιον Σεπτίμιον Αὐρήλιον Πτολεμαῖον τὸν καὶ Ἀμμώνιον μήτε ἐπὶ τοὺς παρʼ αὐτοῦ μήτε περὶ ὧν ἀπέχει ἐπὶ τὸ αὐτὸ δραχμῶν χιλίων ὀκτακοσίων μήδε ἄλλου μηδενὸς ἁπλῶς πράγματος μήτε ἑτέρου ὀφειλήματος μήτε περὶ παντὸς συναλλάγματος ἐνγράπτου μήδε ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας τρόπῳ μηδενί.

---

Documentary Papyri, Chrest.Mitt.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/chrest.mitt.
