# Chrest.Mitt. 372.1rp.1-372.3.10

Documentary Papyri, Chrest.Mitt., 372.1rp.1 to 372.3.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/chrest-mitt/372.1rp.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/chrest-mitt/372.1rp.1

…ει…τος καὶ αὐτὸν ἔχειν περί τινων πρὸς αὐτήν, Λοῦπος εἶπεν· περὶ … τὸν στρατηγὸν τῆς πόλεως κριτήν σοι δίδωμι. ἔτους κ Θεοῦ Τραιανοῦ Τῦβι δεκάτῃ. Λουκίας Μακρίνας διὰ Φανείου ῥήτορος εἰπούσης ἀπαιτεῖν παρακαταθήκην ἐξ ὑπαρχόντων Ἀντωνίου Γερμανοῦ στρατιώτου τετελευτηκότος Λοῦπος εἶπεν· νοοῦμεν ὅτι αἱ παρακαταθῆκαι προῖκές εἰσιν. ἐκ τῶν τοιούτων αἰτιῶν κριτὴν οὐ δίδωμι. οὐ γὰρ ἔξεστιν στρατιώτην γαμεῖν. εἰ δὲ προῖκα ἀπαιτεῖς, κριτὴν διδοὺς δόξω πεπεῖσθαι νόμιμον εἶναι τὸν γάμον. ἐξ ἀναπομπῆς Μαμερτείνου· ἔτους ιη Ἁδριανοῦ τοῦ κυρίου Φαμενὼθ α, ἐν Κόπτῳ, Χθινβόις πρὸς Κάσιον Γεμέλλον ἱππέα Βουκοντίων ἐπὶ παρόντι τῷ πατρὶ αὐτῆς Ὀρεστοοῦφι. Ἀπολιναρίου ῥήτορος εἰπόντος ὀφειλομένων ὑπὸ Γεμέλλου Τινβόιδι δραχμῶν ἑπτακοσίων κατὰ διαγραφὴν μετιέναι τοῦτον ἀκολούθως τῇ διαγραφῇ, Ἀλεξάνδρου καὶ Ἡρακλείδου ῥητόρων ἀποκριναμένων Χθινβῶν ὡς γεγαμημένην αὐτῷ ἀπαιτεῖν αὐτὸν βούλεσθαι προῖκα ἣν ἀποδέδωκεν αὐτῷ μήτε δύνασθαι λαβεῖν ἀπηγορευμένου στρατιώταις ἑλέσθαι γυναῖκας, τὸν δὲ πατέρα αὐτῆς ἐπιτροπεύσαντα αὐτοῦ λογοθετηθέντα πρὸς αὐτὸν προεῖσθαι αὐτῷ γράμματα ε…ηρηκέναι ἐν τούτῳ λογο…η… περὶ προικὸς πιστευθεῖσα τω…πο τοῦ μετάλλου οἴκημα ἐκτεπροθ…να αὐτοῦ καὶ ἄλλα πλεῖστα καὶ περὶ τῆς ὑφαιρέσεως τὴν ἐνκαλουμένην …ειληγέναι τὴν τοῦ λόγου τάξιν, δεῖσθαι οὖν ἃ ὑφείλατο ἐπαναγκασθῆναι ἀνταποδοῦναι, τοῦ συνηγοροῦντος …ε…ν τι προενεγκαμένου μηδὲν μὲν αὐτὴν ὑφῃρῆσθαι τοῦ Γεμέλλου, δεδανεικέναι δὲ αὐτῷ κατὰ δύο διαγραφὰς τὰς ἑπτακοσίας δραχμάς, κατὰ μὲν πρώτην σξ κατὰ δὲ δευτέραν υμ, καὶ οὐχ ὡς ἄνδρα ἀλλʼ ὡς ὑπόχρεον ταύτας ἀπαιτεῖν, ἀναγνωσθεισῶν τῶν διαγραφῶν ὁ ἱερεὺς καὶ ἀρχιδικαστής. στρατιώταις μὲν ἀπηγόρευται γυναῖκας ἑλέσθαι … δὲ αὐτοὺς οὐδὲ εις… μὴ περιεχούσης τῆς δευτέρας διαγραφῆς εἰς προικὸς λόγον ἀναφέρεσθαι τὰς υμ, α… ταύτας αὐτῇ ἀποδοῦναι, …α δε κατὰ τὴν δευτέραν διαγραφὴν …το…ι τῶν σξ κρατεῖσθαι οὐ δύναται, προικὸς δίκαια τούτων ἐχουσῶν. Γεμέλλου ἀξιοῦντος τηρηθῆναι αὐτῷ λόγον τῆς ὑφαιρέσεως πρὸς τὴν Χθινβόιν …λ…, Οὔλπιος Ἀσκληπιάδης γενόμενος ἔπαρχος σπείρης δευτέρας Ἱσπανῶν ὁ ἱερεὺς καὶ ἀρχιδικαστής· ἐάν τινας ἐναργεῖς ἀποδείξεις ἔχῃς, ἐὰν ἐπενέγκῃς, ἀκούσομαί σου.

---

Documentary Papyri, Chrest.Mitt.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/chrest.mitt.
