# Chrest.Mitt. 372.5.19-372.6.23

Documentary Papyri, Chrest.Mitt., 372.5.19 to 372.6.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/chrest-mitt/372.5.19
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/chrest-mitt/372.5.19

Ἔνια ἀπαράβατά ἐστιν. Οὐάλης εἶπεν· ἄρτι, ἐὰν γένηταί με ἀποδημεῖν, σὺ αὐτός μοι ὑπογράψεις διʼ ἐπιτρόπου ἀπολαβεῖν με τὰ δίκαια. τί ἠδίκησαν οἱ παῖδες; Εὐδαίμων εἶπεν· εὔηθες πεποίηκα διὰ πολλῶν εἰπὼν ὃ ἐδυνάμην …τευσαι ἐν ἐλαχίστῳ. ἐπειδὴ τοίνυν ἐπιχειρεῖς τοῖς ἀδυνάτοις, οὔτε οὗτος οὔτε οἱ ἄλλοι υἱοί σου Ἀλεξανδρέων πολῖταί εἰσιν. ἰδίου λόγου Ἰουλιανοῦ. ἔτους κ Ἁδριανοῦ τοῦ κυρίου Ἁθὺρ κε. Σαραπίωνος Ἀπολλωνίου καὶ Ἀμοισοισᾶ Ἡλιοδώρου κατηγορούντων Κορνηλίας διʼ Ἀπολλωνίου πρεσβυτέρου ῥήτορος ὡς ἐπικρατούσης ἀνδραπόδων ζ καταγραφένων αὐτῇ ὑπὸ Ἀκουτιανοῦ ἀκληρονομήτου ἐν τῷ τῆς συνβιώσεως χρόνῳ, καὶ Θέωνος ῥήτορος παρισταμένου τῇ Κορνηλίᾳ φάσκοντος γάμον νόμιμον μὴ γεγονέναι, στρατευομένῳ γὰρ συμβεβληκέναι τῷ Ἀκουτιανῷ καὶ τὰ ἀνδράποδα ταύτην ἐωνῆσθαι, ἀναγιγνώσκοντός τε ὠνὴν Μούσης σὺν ὑποτιτθικῷ ἐπὶ τοῦ δωδεκάτου ἔτους καὶ Δάφνης ἐπὶ τοῦ ιθ, οἰκογενείας δὲ Θρεπτοῦ καὶ Συντρόφου, φάσκοντος δὲ Ὡρείωνος ῥήτορος παρισταμένου αὐτῇ Σεουῆρον ὑποτίτθιον ἔτι εἶναι ἐκ Μούσης γενόμενον, Ἐλπιδηφόρου δὲ οἰκογένειαν μὴ ἔχειν, τοῦτο δὲ ἐπὶ πολλῶν φιλεῖν γενέσθαι, μὴ γὰρ παίδων οἰκογενείας τάσσεσθαι, Ἰουλιανός· τὸ μετὰ τὴν στρατείαν ὠνηθὲν ἀνδράποδον καὶ οὗ μὴ ἐπήνεγκας οἰκογένειαν …ται εἰς τὸν κυριακὸν λόγον τὰ ἄλλα σοι ἀνίημι. ἀξιούσης αὐτῆς ἀποδοθῆναι τάλαντον ὃ ἔσχεν παρʼ αὐτῆς Ἀκουτιανὸς ἐν παρακαταθήκῃ καὶ ἀναγινωσκούσης τὰ γράμματα, τοῦ δὲ κατηγόρου λέγοντος τοῦτο εἶναι τὸ γαμικὸν συμβόλαιον, τοὺς γὰρ στρατευομένους οὕτω συμβάλλειν, Ἰουλιανός· τὸ ἀναγνωσθὲν δάνειον ἐκβάλλω ἐκ παρανόμου γάμου γενόμενον.

---

Documentary Papyri, Chrest.Mitt.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/chrest.mitt.
