# Chrest.Mitt. 52

Documentary Papyri, Chrest.Mitt., Chrest.Mitt. 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/chrest-mitt/52
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/chrest-mitt/52

Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Στοτοήτιος τοῦ Στοτοήτιος ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἔχοντός μου εἰπεῖν πρὸς Σωτᾶν Θέωνος καὶ τὸν τούτου υἱὸν Ἀμώνιον, ὄντας ἀπὸ τῆς μητροπόλεως, καταγεινομένους ἐν ἐποικίῳ Ἀρείου λεγομένῳ ὄντι περὶ κώμην Ἡρακλείαν τῆς Θεμίστου μερίδος τολμῆς καὶ βίας ἀντεχομένων περὶ ἧς ἐποιήσαντό μοι βίας συνεργοῦντες ἀλλήλοις, συμπαραλαβόντες αὑτοῖς Ἡρακλείδην ὑπηρέτην ὡς ἐξ ἐνκελεύσεως Θέωνος στρατηγήσαντος τῆς αὐτῆς μερίδος, μέχρι τοῦ ἐν τάγματι γενόμενοι ἐπιχείρημα κακουργότατον διαπράξασθαι, ἐπαναγκάσαι με μετὰ ὕβρεων καὶ πληγῶν ἐγδόσθαι γράμματα χειρογράφου πράσεως καὶ ὑποθήκης καὶ δανείου δραχμῶν τετρακοσίων ἐξ ὀνόματος τῆς ἀδελφῆς μου, μὴ συνθεμένης αὐτῆς, ἀλλὰ καὶ ἀπούσης, εἰς ὄνομα τῆς θυγατρὸς Σωτοῦ Σατυριαίνης, ἥνικα περιῆν, καταφρονήσαντες τῆς περὶ τοὺς πόδας μου διαθέσεως αὐθαδῶς ἀναστραφέντων καὶ ὡς ἐν ἐρημίᾳ χρησαμένων, οἰομένων προχωρεῖν αὐτοῖς τὰ ἄνομα καὶ ἄδικα τῷ καὶ μὴ ἐξοδιασμὸν στατήρων μὴ γεγονέναι, περὶ ὧν μὴ κατησυχάσας περὶ τούτων ἐνέτυχον τῷ ἡγεμονεύσαντι Ὁνωράτῳ, ὃς ὑπέγραψέ μοι ἐντυχεῖν Κρείσπῳ τῷ ἐπιστρατηγήσαντι, καὶ μέχρι τοῦ δεῦρο πέρας οὐδέπω ἐπετέθη τῷ πράγματι καὶ τοῦδε τοῦ πράγματος δεομένου τῆς τοῦ λαμπροτάτου ἡγεμόνος Μουνατίου Φήλικος διαγνώσεως ἀξιῶ τούτου τὸ ἴσον διʼ ὑπηρέτου μεταδοθῆναι ἑκατέρῳ αὐτῶν, ἵνʼ εἰδῶσι παρεσομένους αὐτοὺς ἐπὶ τὸ ἱερώτατον τοῦ ἡγεμόνος βῆμα, ὅπου ἐὰν τὸν τοῦ νομοῦ διαλογισμὸν ἢ δικαιοδοσίαν ποιῆται ἀρκουμένου μου τῇδε τῇ διαστολῇ μένοντός μου τοῦ λόγου περὶ ὧν ἔχω πρὸς αὐτοὺς ἐνγράπτων δικαίων πάντων.

---

Documentary Papyri, Chrest.Mitt.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/chrest.mitt.
