# Chrest.Mitt. 88.iii.10-88.v.30

Documentary Papyri, Chrest.Mitt., 88.iii.10 to 88.v.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/chrest-mitt/88.iii.10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/chrest-mitt/88.iii.10

δὲ ἐντὸς κ ἡμερῶν ὑπὸ τοῦ στραηγοῦ τοῦ νόμου, καὶ μετὰ τὴν χειροτονίαν ἐντὸς ε ἡμερῶν ἀπαρτιοῦσιν τὰς δίκας. χειροτονηθέντων οὖν ὑπὸ τοῦ τοῦ νόμου στρατηγοῦ Ἰουλίου Γεμέλλου καὶ Λονγείνου Ἀπολιναρίου ἐγένετο καὶ ἐπὶ παροῦσι αὐτοῖς ὑπὸ τοῦ Μαξιμιανοῦ κατάστασις, καὶ ἀκολούθως τοῖς γεγονόσι αὐτοῦ ὑπομνηματισμοῖς ἐκρίθη τὸν τοῦ νόμου στρατηγὸν ἐξετάσαι πάντα τὸν τοῦ ὑποχρέου πόρον καὶ ἐν πόσοις ἐστὶ τὰ ὀφειλόμενα καὶ δηλῶσαι αὐτῷ. τοῦ δὲ στρατηγοῦ διακούσαντος καὶ δόντος λογοθέτας οὓς εἵλαντο, Δρουσίλλας μὲν Ἄλκιμον γεγυμνασιαρχηκότα τῆς τῶν Ἀρσινοείτων πόλεως, τοῦ δὲ πατρός μου Πτολεμαῖον ὁμοίως γεγυμνασιαρχηκότα, μετέδωκεν ὁ πατήρ μου κατὰ τὸ ἀκόλουθον διʼ ὑπηρέτου τοπικοῦ τοῖς λογοθέταις τοὺς λόγους τῶν τε ὀφειλομένων αὐτῷ κεφαλαίων καὶ τόκων καὶ ὧν ἔσχε προσόδων. ἡ δὲ Δρουσίλλα καὶ οἱ ἐπίτροποι συνειδότες ὡς ἀνόνητος αὐτοῖς ἐστιν ἡ λογοθεσία περιέστησαν τοὺς λογιστὰς ἕως ἐτελεύτησεν ὁ πατήρ μου, ἐμοῦ δὲ ὡς ἔτι νέου ὄντος καὶ ἀγνοοῦντος τὰ τοῦ πατρὸς πράγματα ἠμφισβήτησε πρὸς ἐμὲ ἐπὶ τοῦ τοῦ νομοῦ στρατηγοῦ, ὃς ἐπιγνοὺς τὰ κεκριμένα ἀνέπεμψεν ἡμᾶς ἐπὶ τοὺς αὐτοὺς λογοθέτας καὶ ἐκέλευσεν ἐξαργυρισθῆναι ἑνὸς ἐνιαυτοῦ γενήματα μέχρι τοῦ τῆς λογοθεσίας ἀπαρτισμοῦ, ἐπεὶ οὖν ἐξαργυρισθέντα τὰ γενήματα ἐθεματίσθη, τῆς δὲ ἀντίας Δρουσίλλας περιισταμένης τὴν λογοθεσίαν ὁμοίως κατεστάθησαν καὶ αἱ τῶν ἑξῆς ἐτῶν πρόσοδοι, ἐμοῦ ἐν στρατείᾳ γενομένου ἡ μήτηρ μου Ἡραὶς τῆς Δρουσίλλας …μω ἐπὶ Ἡρώδου τοὺς δεδομένους κριτὰς πεμ… τὴν τῶν γενημάτων ἀποχήν, καὶ ἀκολουθ…το ι…ι ὑπαρ… πάντων σου καὶ ενοσ…του Φαμενὼθ ὑπομνηματις… ἀπέφηναν οὕτως ὁ Μαξιμιανὸς ὁ τὴν ἐπιστολὴν γράψας περὶ τῶν γενημάτων διαλαμβάνων κατ…ν περὶ τοῦ πράματος καὶ μετὰ ταῦτα Κελερον στρατηγὸς β, εἶτα καὶ Νεουκύδης ὁ κράτιστος δικαιδότης μεν α… περὶ τῶν γενημάτων ἔκρινεν· δύναται δὲ περὶ τούτου ἐντυχεῖν τῷ τοῦ νομοῦ στρατηγῷ …ου ἡ Δρουσίλλα. ἡ μὲν λογοθεσία κατὰ τὰ κριθέντα εὐθέως ἀπαρτισθήσεται, προνοήσει δὲ Ἀπολινάριος ὁ τοῦ νομοῦ στρατηγὸς ἐντὸς ἡμερῶν λ τὴν λογοθεσίαν γενέσθαι, ὑπηρέτην εἰς τοῦτο ἀποτάξας ἵνα μή τι πλέον παρέλκηται.

---

Documentary Papyri, Chrest.Mitt.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/chrest.mitt.
