# Chrest.Mitt. 95

Documentary Papyri, Chrest.Mitt., Chrest.Mitt. 95. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/chrest-mitt/95
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/chrest-mitt/95

ὑπὲρ Σαλλουστίας … καὶ Ὡρίωνος προνοητοῦ. πολλὴν κατὰ τὸν Ἑρμοπολίτην κέκτηνται γῆν καὶ τοσαύτην ὅσην … συνελθόντες ἐπιδείξωσιν ἑαυτοὺς κεκτῆσθαι δεῖται τὴν …στ…α καὶ πολλῶν τῶν … κηδεμονίας τινάς, οἳ προνοήσονται αὐτῆς. ἀδύνατος γάρ ἐστιν ἡ γυνὴ διὰ ἀσθένειαν τῆς φύσεως … τελει. ἐκέλευσας οὖν καὶ πρότερον σὺ ὁ ἐμὸς δεσπότης, μηδαμῶς ἐφάπτεσθαί τινας τῶν ταύτης φροντιστῶν, ἐπειδὴ … μηδαμῶς ἔχουσα τοὺς βοηθούς, ὁπόσους τὸ πλῆθος τῆς οὐσίας ἀπαιτεῖ. ὁ τοίνυν πρώην πρόεδρος Πετερμούθει τῷ καὶ Δίῳ ἐπεβούλευσε βοηθῷ αὐτῆς οὔτε βουλεύοντι οὔτε πατροβούλῳ καθεστηκότι. διὰ τοῦτο δεῖται τῆς σῆς ἀρετῆς καὶ ἐκεῖνος ἀφεῖσθαι … κατὰ τὰ πρότερον ὑπό σου ἀποφανθέντα μηδαμῶς ἐπηρεάζεσθαι εἰς τί αὐτῷ ὁ πρόεδρος ἐπεβούλευσεν; respondit ἠθέλησεν αὐτὸν ἐπιμελητὴν κριθῆς γείνεσθαι. τὸν μὴ βουλεύοντα; respondit τὸν μὴ βουλεύοντα. οὐ δυνήσεται. respondit τοὺς λοιποὺς βοηθοὺς τὸ ἀνεπηρέαστον ἔχειν κέλευσον ἐάν τινες ἐνοχλῆσαι ἐθελήσουσιν τοῖς γεωργοῦσιν ἢ βοηθοῦσιν περὶ τὴν διοίκησιν, … ἄλλα πρότερον ἐμοὶ ἐντεύξονται. ἀπαγαγόντες γάρ τινας τῆς ἀναγκαίας διοικήσεως προστιμηθῆναι ἑαυτοὺς ποιήσουσιν… φορας. ἕτερον οὖν ὀνομασθῆναι ἀντὶ Δίου καὶ τὴν κατʼ ἐκείνου παυσθῆναι ἐνόχλησιν προνόησον εἰ τυγχάνει γεωργικῶ ισ…νηρημε…αρο…ν ἢ ἄλλως δημόσιος καθέστηκεν καὶ φι… πρὸς ἀρχὴν ὠνόμασται. ὁ γὰρ μὴ βουλεύων τοιαύτην λειτουργίαν ὑφίστασθαι οὐ δύναται. γῆν ἐκ πολλοῦ γεωργεῖ, ἐκ πατρὸς γῆν ἄδειαν παραλαβὼν ἢ ἄλλως ἐκληρονόμησεν· ἐπεὶ τοίνυν καὶ ἀπὸ τῶν ὁριοδείκτων … συντελεῖ δὲ καὶ σήμερον ὑπὲρ αὐτῆς, διὰ τοῦτο δεῖται τῆς σῆς ἀρετῆς καὶ τὴν γῆν παραλαβεῖν καὶ τοὺς φόρους τ… τίνα βούλεται δικαστὴν. P τὸν πραιπόσιτον τοῦ πάγου τὸν καὶ ἀπαιτοῦντα τὰ δημόσια. ὁ πραιπόσιτος τοῦ πάγου μεταξὺ αὐτῶν διαλήμψεται τοῦ δικαίου π…

---

Documentary Papyri, Chrest.Mitt.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/chrest.mitt.
