# Chrest.Wilck. 203.r1.25-203.v.1

Documentary Papyri, Chrest.Wilck., 203.r1.25 to 203.v.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/chrest-wilck/203.r1.25
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/chrest-wilck/203.r1.25

Ἡρώδης ἐπιδέδωκα. Ἁρποκρατ… ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …. ν Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Σαραπάμμωνος Ἀπολλωνίου τοῦ … μητρὸς Διδυμαρίου κατοίκου τῶν Ϛυοε ἀναγραφομένου ἐπʼ ἀμφόδου Ταμείων. ὑπάρχει μοι ἐπʼ ἀμφόδου Μοήρεως πλησίον τῆς πύλης … οἰκία καινὴ καὶ αἴθριον καὶ αὐλὴ, ἐν ᾗ κατοικῶ καὶ καὶ ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ταμείων, ἐφʼ οὗ καὶ τῇ τοῦ ιδ ἔτους κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμην. καί εἰμι Σαραπάμμων ὁ προγεγραμμένος κάτοικος ἐπικεκριμένος ἐτῶν ο καὶ τὸν δοῦλόν μου Αὐνῆν ὠνηθέντα ὑπʼ ἐμοῦ τῷ … ἔτει … ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ταμείων … ἀπογεγραμμένον τῇ τοῦ ιδ ἔτους κατʼ οἰκίαν ἀπογραφῇ ὑπὸ τῶν δεσποτῶν ?, ἀποδομένων μοι αὐτῶν κατὰ μὲν τὸ τρίτον μέρος Κρονίωνος Κρονίωνος τοῦ Ἡρακλείδου μητρὸς … καὶ τῶν τούτου ἀδελφῶν ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ταμείων, κατὰ δὲ τὸ λοιπὸν δίμοιρον μέρος Ἡρω… τοῦ καὶ Τούρβωνος τοῦ Ἥρωνος μητρὸς … καὶ τῶν τούτου ἀδελφῶν ἐπʼ ἀμφόδου Γυμνασίου. καὶ ἡ θυγάτηρ μου Διδυμάριον ἀπεγράφη ὑπὸ τοῦ … Ἀχιλλέως Ἀπολλωνίου ἐπʼ ἀμφόδου Γυμνασίου σὺν τοῖς γεναμένοις ἐξ ἀλλήλων υἱοῖς Οὐαλερίῳ καὶ … διὸ ἐπιδίδωμι. Σαραπάμμων Ἀπολλωνίου ἐπιδέδωκα. Τύραννος Ἥρωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ἔτους κθ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παῦνι. Ταμείων.

---

Documentary Papyri, Chrest.Wilck.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/chrest.wilck.
