# Chrest.Wilck. 452

Documentary Papyri, Chrest.Wilck., Chrest.Wilck. 452. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/chrest-wilck/452
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/chrest-wilck/452

Μανρῆς Νεκτενίβι Ἀτίβει Πετοσίρει Ἀμφιτει Α…νει Ὥρου Τεω… Ἑριεῦτι Σονθώυτι Πετ… Α…τι Πετεχῶντι Α… Ὥρωι Πακερεῦτι Ἱέρωνι … … τοῖς τʼ ἄλλοις πολίταις πᾶσι χαίρειν. εἰ ἔρρωσθε πάντες, καλῶς ἂν ἔχοι, ὑγιαίνομεν δὲ καὶ αὐτοί. παραγενόμενος … ἡμῖν …σιν οι…ικ… μὴ οὖν ὀλιγοψυχήσητε, ἀλλʼ ἀνδρίζεσθε, ὀλίγος γὰρ χρόνος ὑμῖν ἐστιν, ἑτοιμάζεται γὰρ ἡ διαδοχὴ καὶ οἱ κυνηγοὶ ἐπιλελεγμένοι εἰσὶ οἱ μέλλοντες παραγενέσθαι μετὰ τοῦ στρατηγοῦ. παρέσται δὲ ὑμῖν καὶ ἐξ Ἡρώων πόλεως πορεῖα συντόμως ἄγοντα … πυρῶν καὶ ἡ ἐλεφαντηγὸς ἡ ἐν Βερενίκηι τέλος ἔχει καὶ αὐτὴ … γράψατέ μοι, τίς παρʼ ὑμῖν τιμὴ ἐγένετο τοῦ σίτου, ἀφʼ οὗ ἡ ἐλεφαντηγὸς κατεποντίσθη καὶ περὶ ὑμῶν ἐντείνεσθε, ἕως ἂν ὑγιαίνοντας ὑμᾶς ἴδωμεν. ἔρρωσθε. ἔτους κδ Φαῶφι κ.

---

Documentary Papyri, Chrest.Wilck.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/chrest.wilck.
