# Chrest.Wilck. 87

Documentary Papyri, Chrest.Wilck., Chrest.Wilck. 87. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/chrest-wilck/87
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/chrest-wilck/87

Ἀρχίᾳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πακύσεως Πακύσεως τοῦ Ἑριέως μητρὸς …σητος ἀπὸ κώμης Σοκνοπαίου Νήσου. πρὸς εἶδος μεταδοθὲν εἰς ἐξέτασιν ὑπὸ τοῦ προστρατηγήσαντος Πρωτάρχου … ἡμῶν δηλωθέντων μόσχους τεθυκέναι, … ἐζητήθη ἐξ…ω… μοσχοσφραγισταὶ εἰώθησαν, ὥστε ἐμφερομένους ἀποχὰς ἢ ἄλλην ἀπόδειξιν ἐπενέγκαι, καθʼ ἣν ἐπεθεωρήθησαν ὑπὸ τῶν μοσχοσφραγιστῶν οἱ μόσχοι αν… κατ… τῷ ε ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου μηνὶ τότε Χοίακ μόσχον α, προσφωνῶ ὀμνύων τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην τεθυκέναι με τὸν δηλούμενον μόσχον τῷ σημαινομένῳ χρόνῳ ἐν τῇ προκειμένῃ κώμῃ, ὃν καὶ ἐπιτεθεωρῆσθαι ὑπὸ Μαρρείους Ἀπύγχεως τότε ὄντος μοσχοσφραγιστοῦ ὡς ἔστιν καθαρὸς κατὰ τὸ ἔθος καὶ ἐσφραγίσθαι, ὑπὲρ οὗ μὴ ἐγδεδόσθαι μοι γράμματα ἕνεκα τοῦ τότε ἔθος μὴ εἶναι· ἀπὸ γὰρ τοῦ ζ ἔτους Ἁδριανοῦ τοῦ κυρίου Ἰούλιον Παρδαλᾶν τὸν γενόμενον πρὸς τῷ ἰδίῳ λόγῳ ἐξ ἀναφορίου ἐπιδοθέντος αὐτῷ ὑπὸ Πεκμήιτος Μαρρείους καὶ τῶν σὺν αὐτῷ μοσχοσφραγιστῶν ἀξιωσάντων μετὰ τὴν συνήθως ε … συμβολ ενθε… ἐκ τοῦ ζ ἔτους …σοση… ἐκέλευσεν γράμματα ἐγδιδόναι ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους … Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ …

---

Documentary Papyri, Chrest.Wilck.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/chrest.wilck.
