# Cpr 1 25trpl

Documentary Papyri, Cpr 1, CPR 1 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-1/25trpl
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cpr-1/25trpl

… Μεσορὴ κα ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ ἐπὶ Ἰουλίας Σεβαστῆς. … ἄσημος καὶ Ἀφροδίτη Νείλου τοῦ Νείλου ὡς ἐτῶν τεσσαράκοντα τεσσάρων … ὡς ἐτῶν τριάκοντα πέντε ἀσήμου · ὁ μὲν Σουχάμμων ἔχειν παρὰ τῆς Ἀφροδίτης … χρυσίου δοκίμου τετάρτας δεκατρεῖς αἵ εἰσιν ἐνωτίων ζεῦγος τεταρτῶν … τεταρτῶν τριῶν καὶ δακτυλίδια δύο ἓν μὲν τεταρτῶν τριῶν, τὸ δὲ ἕτερον τῆς … ἑκατόν , ἡ δὲ Ἀφροδίτη ὁμοίως δεδωκέναι ἐν φερνῇ κατὰ προσφορὰν … Μητροδώρου ἐποίκιον κλήρου κατοικικοῦ ἐν δυσὶ σφραγῖσι ἀρούρας τρεῖς , ἔτι δὲ καὶ … αὐλῆς, τὴν δὲ προσφορὰν πεποιῆσθαι τὴν μητέρα Ἀφφροδίτην τῇ θυγατρὶ χωρὶς τοῦ ὁμοίως ἐπιβάλλοντος αὐτῆι τῆι θυγατρὶ Ἀφροδιτοῦτι ἄλλου ἡμίσεως μέρους κοινοῦ καὶ ἀδιαιρέτου … διαθήκηι καὶ ἐν μὲν τῇ μητροπόλει ἐπʼ ἀμφόδου Βιθυνῶν καὶ ἄλλων τόπων οἰκίας καὶ … παραδείσου ἀρούρης μιᾶς καὶ φοινικῶνος ἀρούρης ἡμίσους καὶ ἐν τῇ κώμηι … Ἀφροδείτην ἐπὶ τῷ ἔχειν αὐτὴν ἐφʼ ὃν περίεστι χρόνον οἴκησιν καὶ ἐνοικίων … καρπείαν ἡμίσους μέρους τῶν περὶ τὸ Μητροδώρου ἐποίκιον κλήρου ἀρουρῶν τριῶν … τὴν αὐτὴν μητέρα Ἀφροδείτην εἰς τὸν κοινὸν τῶν γαμούντων οἶκον ὑπὲρ … δημοσίων ἐν τῇ μητροπόλει. μένειν οὖν τοῖς γαμοῦσι τῶι Σουχάμμωνι καὶ τῆι Ἀφροδιτοῦτι … πάντα καὶ τὸν ἱματισμὸν καὶ τὰ ἄλλα ὅσα προσήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν … Μητροδώρου κλήρου ἀρουρῶν τριῶν … πληροῦντος εἰς τὸ δημόσιον τὰ ὑπὲρ αὐτῶν τελέσματα πάντα … μέρους τῶν αὐτῶν ἀρουρῶν τριῶν ἔργων καὶ δημοσίων ἐφʼ ὃν ἦ αὐτοῖς ἡ συμβίωσις χρόνον … ἀκατηγόρητον ἑαυτὴν παρεχομένης ἐν τῇ συμβιώσει· ἐὰν δὲ διαφορᾶς τοῖς γαμοῦσι γενομένης χωρίζωνται ἀπʼ ἀλλήλων ἀποδότω Σουχάμμων τῆι μητρὶ Ἀφροδείτῃ ἢ μὴ περιούσηι τῇ θυγατρὶ Ἀφροδιτοῦτι …

---

Documentary Papyri, CPR 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/cpr;1.
