# Cpr 1 31

Documentary Papyri, Cpr 1, CPR 1 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-1/31
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cpr-1/31

Θαισαρίωι Λογγίνου μετὰ κυρίου τοῦ συγγενοῦς Ἀπολλωνίου Ἡρακλείδου παρὰ Σώτου Ἰσίωνος τοῦ Σαμβᾶ μητρὸς Ἰσαροῦτος ἀναγραφομένου ἐπʼ ἀμφόδου Θεσμοφορίου· βούλομαι μισθώσασθαι παρὰ σοῦ εἰς ἔτη ἓξ ἀπὸ τοῦ εἰσιόντος ἑπτακαιδεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας σοι περὶ κώμην Ἀρσινόην Ἡρακλείδου μερίδος κλήρου κατοικικοῦ ἀρούρας τρεῖς ἢ ὅσαι ἐὰν ὦσι ἐν δυσὶ σφραγῖσι, ἐν μὲν τῆι πρώτηι σφραγῖδι ἀρούρας δύο ἐν τόπωι π…τελεις λεγομένωι, ἐν δὲ τῆι δευτέρᾳ σφραγῖδι ἡ λοιπὴ ἄρουρα ἐστιν ἐν τόπωι …ελμωνι … λεγομένωι ἐκφορίου τοῦ παντὸς καθʼ ἔτος ἕκαστον ἀσπερμί πυροῦ ἀρταβῶν δέκα μέτρωι δρόμωι τετραχοινίκωι θησαυροῦ πρότερον Πασίωνος καὶ ἄλλων καθʼ ἔτος ἕκαστον ἄρτου χοινικείων εἴκοσι ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ οὐκ ἐξέσται μοι προλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου οὐδὲ μ… κει…β…ν… ἐντὸς τοῦ χρόνου, ἀλλὰ καὶ … τῶν ἀρουρῶν ἔργα πάντα τῶν ἀρουρῶν ἔργα πάντα ἐκ τοῦ ἰδίου, βλάβος μηδὲν ποιῶν, σπείρων καθʼ ἔτος ὅσα ἐὰν αἱρῶμαι γένη πλὴν κνήκου τούτωι τῶι ἐσχάτωι ἔτει τὰς αὐτὰς ἀρούρας μ… θερι… πυροῦ, τὰ δὲ καθʼ ἔτος ἐκφόρια ἀποδώσω σοι ἐν μηνὶ Παῦνι …τοῦ τοῦ κλήρου πυροῦ… τῶι δὲ δημοσίωι …υ… …ν…π…ν…ι … ὄντων πρὸς τὴν Θαισάριον καὶ μετὰ τὸν χρόνον παραδώσω τὸ ἔδαφος ὡς καὶ ἐγὼ παρέλαβον, ἐὰν φαίνηται μισθῶσαι ἐπὶ τοῖς προκειμένοις. Σώτας ὡς ἐτῶν λβ οὐλὴ γόνατι δεξιῶι ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ …

---

Documentary Papyri, CPR 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/cpr;1.
