# Cpr 15 24

Documentary Papyri, Cpr 15, CPR 15 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-15/24
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cpr-15/24

… … τοῦ Ζωίλου μητρὸς Διδῖτος τῆς Εὑρήμονος καὶ τῆς τούτου γυναικὸς … τῆς … τοῦ …ονος μητρὸς Θαυβᾶτος μετὰ κυρίου αὐτοῦ … ἀμφοτέρων ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Πρώτων Χηνοβοσκίων ἀπογραφόμεθα τὸν γεγονότα ἡμῖν ἐξ ἀλλήλων υἱὸν … γεννηθέντα ἐν μηνὶ … τοῦ διεληλυθότος ιζ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου καὶ ὄντα εἰς τὸ ἐνεστὸς κ ἔτος …ι… ἐτῶν δ. διὸ ἐπιδίδομεν τ… Ζωίλου ἔτους κ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Φαμενὼθ δ Εὐδήμωι στρατηγῷ καὶ Ἑρμαίωι τῷ καὶ Δρύτωνι βασιλικῷ γραμματεῖ Ἀρσινοείτου Ἡρακλείδου μερίδος καὶ Ἡρακλείδῃ καὶ Εὐβούλῳ γραμματεῦσι μητροπόλεως καὶ Ἡρακλείδῃ ἐξηγητῇ καὶ μετόχοις πράκτορσι ἀργυρικῶν μητροπόλεως καὶ Διογένει ἀμφοδάρχῃ Χηνοβοσκίων Πρώτων καὶ Ε…αν… παρὰ Ἑρμᾶτος Διοδώρου τοῦ Ἁρπάλου μητρὸς … ἄλλων τόπων ἀπογεγραμμένου διʼ ἑτέρου ὑπομνήματος· ὑπάρχει μοι ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου …ρ… δωδέκατον μέρος οἰκίας ἐν ᾧ κατοικῶ καὶ ἀπογράφομαι τοὺς ὑπογεγραμμένους ἐνοίκους εἰς τὴν τοῦ διεληλυθότος β ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐπʼ ἀμφόδου Πρώτων Χηνοβοσκίων ἐφʼ οὗ καὶ τῇ τοῦ ζ ἔτους θεοῦ Τραιανοῦ κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμην … καί εἰσιν Διόσκορος Διδύμου …

---

Documentary Papyri, CPR 15. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/cpr;15.
