# Cpr 15 2qtpl.13-20

Documentary Papyri, Cpr 15, 2qtpl.13 to 2qtpl.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-15/2qtpl.13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cpr-15/2qtpl.13

Χαιρήμων Ἡρώιδου μητρὸς Θασεῖτος προφήτης καὶ ἡ γυνὴ Τομσάεις Χαιρήμονος μητρὸς Ταμεσθασύτμιος ὁμολογοῦμεν Χαιρήμων μὲν πεπρακέναι Σαταβοῦτι Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος τὴν ὑπάρχουσάν μοι οἰκίαν καὶ προνήσιον ἐκ τοῦ πρὸς βορρᾶ μέρους καὶ αἴθριον καὶ τοὺς προσόντας ψιλοὺς τόπους ἐκ τοῦ πρὸς νότου μέρους καὶ τῶν συνκυρόντων πάντων ἐν τῆι Σοκνοπαίου Νήσωι τῆς Ἡρακλείδου μερίδος ὅσων ποτʼ ἔστιν μέτρων ἐπὶ τοῖς οὖσι πᾶσι γείτονες νότου περίμετρον κώμης βορρᾶ Ὥρου τοῦ Ὥρου οἰκία λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαὶ καὶ ἀπέχω τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου καὶ βεβαιώσω πάσηι βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον, Τομσάεις δὲ εὐδοκεῖν τῆι πράσει καὶ μὴ ἐπελεύσασθαι καθότι προγέγραπται. Χαιρήμων ὁ προγεγραμμένος προφήτης καὶ ἀρχιστολιστὴς Σούχου θεοῦ μεγάλου μεγάλου ἔγραψα ὑπὲρ αὐτῆς διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα καὶ εἰμὶ ὡς ἐτῶν τεσσαρακοντατριῶν οὐλὴ μετώπῳ μέσῳ ἔστιν δὲ Τομσάεις ἐτῶν μ ἄσημος. ἀντίγραφον ὑπογραφῆς Αἰγυπτίας Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. Σαταβοῦς Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος ἠγόρασα τὴν οἰκίαν παρὰ Χαιρήμονος τοῦ Ἡρώιδου μητρὸς Θασεῖτος προφήτου Σούχου ἐν κώμηι Σούχου Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου νήσῳ καὶ βεβαιοῖ μοι κατὰ πάντα τὰ προγεγραμμένα. ἔχει δὲ καὶ τὴν κατὰ ταύτης ἠθισμένην ἀποστασίου γεγονυῖαν τῷ αὐτῷ ἔτει καὶ μηνὶ ἡμέραι τῆι αὐτῆι. …

---

Documentary Papyri, CPR 15. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/cpr;15.
