# Cpr 15 3qtpl

Documentary Papyri, Cpr 15, CPR 15 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-15/3qtpl
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cpr-15/3qtpl

ἀντίγραφον συγγραφῆς Αἰγυπτίας πράσεως Ἑλληνιστὶ μεθηρμηνευμένης κατὰ τὸ δυνατόν. ἔτους μα τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ μηνὸς Ἁθὺρ κδ. λέγει ἐμνίθης ὀρπάις τοπαίις προφήτης ἐκ προφήτου Χαιρήμων Ἡρώιδου μητρὸς Θάσιτος νοιβουάπει ῥεισεεῖ ῥεισιγέτου νεφερσάτι Σαταβοῦτι Ἑργέως νεωτέρου μητρὸς Σαταβοῦτος· πέπεικάς με ἀργυρίῳ τῇ τιμῇ τῆς ὑπαρχούσης μοι οἰκίας ᾠκοδομημένης ἐστεγασμένης τεθυρωμένης κάτω ἄνω καὶ τοῦ ἐκ βορρᾶ ταύτης προνησίου καὶ αἰθρίου καὶ τῶν ἐκ νότου τόπων ψιλῶν καὶ τῶν συνκυρόντων πάντων ἐν κώμῃ Σούχου νήσου Σωκνοπαίου θεοῦ μεγάλου μεγάλου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ἐπὶ τοῖς οὖσι μέτροις πᾶσι. γείτονες νότου περίμετρον κώμης βορρᾶ Ὥρου τοῦ Ὥρου οἰκία λιβὸς καὶ ἀπηλιώτου ῥῦμαι βασιλικαί. σὰ δʼ ἔστιν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον καὶ οὐκ ἐξέσται μοι οὐδʼ ἄλλωι οὐδενὶ ἁπλῶς κυριεύειν αὐτῶν πλὴν σοῦ ἀπὸ τῆς σήμερον ἡμέρας ἐπὶ τὸν ἀεὶ χρόνον. ἐὰν δέ τις ἐπέλθῃ ἐπὶ σὲ περὶ αὐτῶν ἐκστήσω αὐτὸν ἀπὸ σοῦ ἐπάναγκον ἀνεπιεικὲς καὶ βεβαιώσω σοι αὐτὰ ἀπό τε συγγραφῶν πασῶν καὶ συναλλαγμάτων πάντων καὶ παντὸς εἴδους ἐάν τε ἀδελφὸς ἢ ἀδελφὴ ἢ υἱὸς ἢ θυγάτηρ ᾖ παντὸς τῷ καθόλου. σαὶ δʼ εἰσὶν αἱ γεγονυῖαι κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ αἱ γεγενημέναι μοι κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ αἱ γεγονυῖαι τῷ τε πατρὶ καὶ τῇ μητρί μου κατʼ αὐτῶν συγγραφαὶ πᾶσαι καὶ συναλλάγματα …

---

Documentary Papyri, CPR 15. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/cpr;15.
