# Cpr 17a 18

Documentary Papyri, Cpr 17a, CPR 17.1 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-17a/18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cpr-17a/18

ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου ἐπιφανεστάτου Καίσαρος τὸ β. ἀντίγραφον ὑπομνηματισμῶν Σωστράτου Αἰλιανοῦ στρατηγοῦ ἤτοι ἐξάκτορος Ἑρμοπολείτου. Ἐπεὶφ λ, πρὸς τῇ βορινῇ πύλῃ τῇ ἐπὶ τὴν δημοσίαν στράταν … Θεοφάνης γυμνασίαρχος βουλευτὴς Ἑρμοῦ πόλεως εἶπεν· ἀπόντος μου Ἀδέλφιος ὁ πρόεδρος ἐπιστάλμασιν ἐχρήσατο πρὸς τὸν υἱὸν μου Ἀνύσιον βουλόμενος δύνασθαι δίκην πρὸς αὐτὸν κινεῖν περὶ ἀρουρῶν. ἐκελεύσθη ὑπὸ τῆς ἀρετῆς τοῦ κυρίου τοῦ διασημοτάτου ἡγεμόνος ἀνενεγκὼν βιβλία πρὸς τὴν σὴν ἐπιμέλειαν …σθαι …ε…σε…ι, ὡς οἴομαι, σήμερόν ἐστιν ἡ κυρία. οὐκ Ἀνυσίου δέ ἐστιν ἡ γῆ, ἀλλὰ τῆς μητρὸς ὥσπερ γοῦν ἡ πρᾶσις ἐλέγχει … ἐγὼ καὶ ἀνὴρ αὐτῆς ὢν καὶ ἀποσυστατικὸν ἔχων τὸ πρόσωπον ἀναδέχομαι τούτου ἕνεκα παραγραφαῖς ὑποκειμένου τοῦ προσώπου … διὰ τὸ μὴ ἐξεῖναι αὐτὸν χωρὶς ἐπιστάλματος πρὸς τὴν μητέρα δίκην λέγειν. εἰ καὶ μάλιστα ἔρρωται τὰ δίκαια ἡμῖν τῶν ἀρουρῶν τοῦτο αὐτὸ τὸ γράμμα ἀποδείξει ὃ παρατίθεμαι. Σώστρατος αὐτῷ εἶπεν· ἤκουσα ἂν τῆς δίκης προσκαλεσάμενος Ἀδέλφιον εἰ μὴ ἤπειγέν με ἡ ἀποδημία ἡ πρὸς τὸν προγεγραμμένον διασημότατον ἡγεμόνα. ὁρῶ δὲ ὅτι καὶ πρὸς αὐταῖς ταῖς πύλαις τῆς ὁδοῦ ἐχόμενόν με κατείληφας ὅθεν, ἐπεὶ μὴ οἷόν τε ἐστὶν ἀπολείπειν τοῦ ἐπιστάλματος, ἐνδοθήσονται τῇ διαίτῃ οἱ δεύτεροι χρόνοι. Θεοφάνης εἶπεν. ποίᾳ διαίτῃ; Ἀδέλφιος δίκην νῦν ἔχει πρὸς Ἀνύσιον … οὐδὲ πρὸς τὴν μητέρα, ἀλλὰ μὴ ἔξεστιν αὐτῷ εἰσάγειν εἰς αὐτὴν χωρὶς τῆς ἀπὸ τοῦ διατάγματος συγχωρήσεως. ὁ στρατηγὸς … εἶπεν· … παραγραφ… δυνήσηται διαχρήσασθαι … τῶν δευτέρων χρόνων …

---

Documentary Papyri, CPR 17A. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/cpr;17A.
