# Cpr 35 1

Documentary Papyri, Cpr 35, CPR 35 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/cpr-35/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/cpr-35/1

ξγ … τῶν δὲ βουλευτῶν φωνησάντων· διὰ τῶν δύο γυμνασιαρχῶν γενέσθω· ὁ πρύτανις … Πανίσκῳ τῷ καὶ Μέλανι καὶ Ἰσιδώρῳ τῷ καὶ Ἡρακλείῳ εἶπεν· ἀμφοτέρους ὑμᾶς προτρέπομαι … Ἰσίδωρος ὁ καὶ Ἡράκλειος εἶπεν· ἀλλὰ Ἡρακλάμμων ἑαυτὸν ὑπέβαλεν καὶ ἀπελεύσεσθαι …σμοῦ τῷ Μεχεὶρ οὐκ ἦρξεν· Ἡρακλάμμων ὁ καὶ Σαραπίων εἶπεν· … εἰ θέλετε, δότε μοι διάδοχον τῆς προστασίας τῆς εὐθηνιαρχίας καὶ ἀπελεύσομαι … ἡ προστασία καὶ μόνος εἰμί· ὁ πρύτανις εἶπεν· τὰ τῆς ἐπιμελείας τῆς … ὑπαρχθῆναι οὖν καὶ τὸ βέβαιον τῇ πόλει ἐκ τῶν γυμνασιαρχῶν …· τῶν δὲ βουλευτῶν φωνησάντων Ὠκεανὲ Ἡράκλαμμον, Ἡρακλάμμων ὁ καὶ Σαραπίων εἶπεν· τῇ προστασίᾳ τῆς εὐθηνιαρχίας διαδεχέσθω μέ τις καὶ ἀπελεύσομαι ἢ ἄλλον πέμψατε, ἀλλὰ γὰρ … πείσατε αὐτὸν ἢ ἐπιστείλατε ᾧ βούλεσθε· τὰ δὲ ἐμὰ ὡς ἔφην …σας πολλάκις περὶ τούτου· Πανίσκος ὁ καὶ Μέλας εἶπεν· ἀναγκαι … συντιμήσασθαι τὰ κτήνη, παραδίδοτε αὐτὰ νῦν ἐμαυτῷ ἀλλὰ … μέχρις συντιμήσεως ὀφείλετε σὺν τῇ τότε γεναμένῃ· Ἡρακλάμμων ὁ καὶ Σαραπίων εἶπεν· εἰ δὲ θέλετε ἑτέραν γενέσθαι οὐκ ἀντιλέγω· οὐ γὰρ δύναμαι … ὁ πρύτανις εἶπεν· ἐμάνην· ὑπόμνησαι τὴν βουλὴν … τῷ πρυτανεύσαντι Ἡρακλαπόλλωνι καὶ ὑπόμνησαι … οὐ γὰρ ἐμηνάμην· τοῦτο γίνεται· Πανίσκος ὁ καὶ Μέλας εἶπεν· … ὁ κίνδυνος ἔσται πρὸς αὐτὸν ἐὰν μὴ συντιμηθῇ τὰ κτήνη … πάσης σκέψεως ἐπεὶ πιθανὸν ἐπʼ ἐκείνῃ …μενη τότε καταχωρισθήτω Αὐρήλιος …μ…εσ… ἐὰν μὴ προτερ …οντο…· ὁ πρύτανις εἶπεν· …μήσεως διὰ …ον δὲ πάλιν …ι Κάστωρ …

---

Documentary Papyri, CPR 35. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/cpr;35.
